# Clementina Epitome Prior Edita Correctior 145

Clemens Romanus, Clementina Epitome Prior Edita Correctior, Section 145. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/clementina-epitome-prior-edita-correctior/145

Ἔμελλε δὲ καὶ αὐτὸς ἤδη τὸν βίον ἀπολιπεῖν, καὶ πρὸς τὸν διδάσκαλον ἐκδημῆσαι Χριστὸν τὸν τοῦ εὐαγγελίου δρόμον τετελεκώς. ἐπεί περ ἔγνωστο τούτῳ καὶ ὅτι σταυρῷ μέλλει καὶ οὗτος κατακριθῆναι, ἵνα τῷ διδασκάλῳ καὶ πάθους κοινωνήσῃ καὶ δόξης, μιᾷ συνηθροισμένων τῶν ἀδελφῶν πάντων, τῆς χειρός μου λαβόμενος, στὰς ἐν μέσῃ τῇ ἐκκλησίᾳ ἀκοῦσατέ μου, ἔφη, τέκνα καὶ ἀδελφοί· τοῦ μὲν ἐμοῦ δρόμου τὸ τέλος ἐγγὺς· τοῦτο γὰρ καὶ ἤδη μοί ἔγνωσται· Κλήμεντα δὲ τοῦτον ἐπίσκοπον ὑμῖν χειροτονῶ σήμερον, ᾧ καὶ τὴν ἐμὴν τῶν λόγων πιστεύω καθέδραν, ὡς ἀπαρχῆς μοι καὶ μέχρι νῦν συνοδεύσαντα, καὶ οὕτως πασῶν μου τῶν ὁμιλιῶν ἐπακούσαντα, ὃς ἐν πᾶσί μοι τῶν πειρασμῶν κοινωνήσας τῇ πίστει προσκαρτερῶν εὑρέθη, ὃν ἐγὼ ἀκριβέστατα πάντων οἶδα θεοσεβῆ καὶ φιλάνθρωπον, ἁγνόν τε καὶ σώφρονα, ἀγαθὸν, δίκαιον, μακρόθυμον καὶ γενναίως εἰδότα φέρειν τὰς ἐνίων τῶν κατηχουμένων ἀχαριστίας. διὸ αὐτῷ μεταδίδωμι τῆς ἐξουσίας τοῦ δεσμεῖν τε καὶ λύειν. δήσει γὰρ, ὃ δεῖ δεθῆναι, καὶ λύσει πάντως, ὃ δεῖ λυθῆναι, ὡς τὸν τῆς ἐκκλησίας κανόνα καλῶς εἰδώς. αὐτοῦ οὖν ἀκούσατε εἰδότες, ὅτι ὁ τὸν ἀληθείας προκαθεζόμενον λυπῶν εἰς Χριστὸν ἁμαρτάνει, καὶ τὸν πατέρα τῶν ὅλων παροργίζει θεόν, οὑ εἵνεκεν οὐ ζήσεται. καὶ αὐτὸν οὖν δεῖ τὸν προκαθεζόμενον ἰατροῦ τόπον ἐπέχειν, οὐ θηρίου ἀλόγου θυμόν.

---

Clemens Romanus, Clementina Epitome Prior Edita Correctior, ed. Albert Dressel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg011.local001/.
