# Clementina Epitome Prior Edita Correctior 147

Clemens Romanus, Clementina Epitome Prior Edita Correctior, Section 147. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/clementina-epitome-prior-edita-correctior/147

Ταῦτα εἰπὼν καὶ ἐπὶ πάντων μοι τὰς χεῖρας ἐπιθεὶς εἰς τὴν αὐτοῦ με καθέδραν καθεσθῆναι πεποίηκε· καθεσθέντι δὲ τοῦτό μοι εὐθέως ἔφη· ἀξιῶ σε ἐπὶ πάντων μου τῶν συμπαρόντων ἀδελφῶν, ὁπηνίκα τοῦ ἐνταῦθα μεταστῶ βίου, ὡς ἡ τοῦ θεοῦ κέκρικε πρόνοια, πάντα τῷ κυρίῳ Ἰακώβῳ τῷ ἀδελφῷ τοῦ κυρίου μου ἐν ἐπιτομῇ ἀναγραψάμενον διαπέμψαι, μέχρι καὶ τῶν ἐκ παιδός σου λογισμῶν, καὶ ὡς ἀπ’ ἀρχῆς μέχρι νῦν μοι συνώδευσας, ἐπακούων τῶν κατὰ πόλιν ὑπ’ ἐμοῦ κηρυχθέντων λόγων τε καὶ πράξεων· ἔπειτα πρὸς τῷ τέλει καὶ τὴν τοῦ θανάτου μου πρόφασιν, ὡς προεῖπον, δηλῶσαι μὴ παραλίπῃς. οὐ γὰρ αὐτὸν λυπήσει τοῦτο εἰδότα σαφῶς, ὅτι ὃ πάντως ἔδει με παθεῖν, εὐσεβῶς ἀποδέδωκα. μεγίστης δὲ παραμυθίας τεύξεται μαθὼν, ὅτι μετ’ ἐμὲ οὐκ ἀμαθὴς ἀνὴρ καὶ ζωοποιοὺς ἀγνοῶν λόγους, ἐκκλησίας τε κανόνα εἰδὼς μάλιστα, τὴν τοῦ διδάσκοντος ἐπιστεύθη καθέδραν. ὅθεν ἐγὼ, κύριέ μου Ἰάκωβε, τοῦ διδασκάλου Πέτρου ταῦτά μοι ἐπισκήψαντος οὐκ ὤκνησα τὸ κελευσθὲν ἐκπληρῶσαι, καὶ ὡς ἐπιτομῇ σοι πάντα γνώριμα καταστῆσαι ἐπιγράψας τὴν ὑπόθεσιν οὕτως· Κλήμεντος τῶν Πέτρου ἐπιδημιῶν καὶ κηρυγμάτων ἐπιτομή.

---

Clemens Romanus, Clementina Epitome Prior Edita Correctior, ed. Albert Dressel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg011.local001/.
