# Clementina Epitome Prior Edita Correctior 149

Clemens Romanus, Clementina Epitome Prior Edita Correctior, Section 149. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/clementina-epitome-prior-edita-correctior/149

Τρίτος γὰρ μετὰ Πέτρον τὸν μέγαν ἐπὶ τὸν ὑψηλὸν τῆς Ῥωμαίων ἐκκλησίας θρόνον καθίσας καὶ ἀρετῆς ἆθλον αὐτὸν δεξάμενος εἵπετο κατ’ ἴχνος τῷ διδασκάλῳ, καὶ ἀποστολικὴν διδασκαλίαν καὶ αὐτὸς ἐπεδείκνυτο, καὶ τοῖς ὁμοίοις διέλαμπε τρόποις, οὐ Χριστιανοῖς μόνον εὐαρεστῶν, ἀλλὰ δὴ καὶ Ἰουδαίοις καὶ αὐτοῖς Ἕλλησι, καὶ πᾶσι πάντα γινόμενος, ἵνα τοῖς πάντας καὶ οὕτω κερδάνῃ καὶ τῷ Χριστῷ παραστήσῃ καὶ συνδήσῃ τῇ εὐσεβείᾳ. ὅπως δὲ μὴ ψιλὴ μόνον ὑπόληψις εἶναι δοκῇ τὰ παρόντα, καὶ τὰς αἰτίας ἐροῦμεν. Ἕλλησι μὲν γὰρ διὰ τοῦτο τιμώμενος ἦν, καὶ ἡδέως αὐτῷ προσεῖχον ἐκεῖνοι, ὅτι μὴ λοιδορούμενος αὐτοῖς, μηδὲ ἀποστρεφόμενος, ἀλλ’ ὥσπερ ἀπολογούμενος, καὶ μαρτυρίας πάντοθεν παράγων ἀπὸ τῶν παρ’ αὐτοῖς βιβλίων τε καὶ γραφῶν ἐδείκνυ σαφῶς, ὅθεν τε οἱ ὑπ’ αὐτῶν νομιζόμενοι θεοὶ ὥρμηνται, καὶ ὅπου γεγένηνται, ἅ τε πράξειαν, καὶ εἰς οἷον ἔλθοιεν τέλος, καὶ ὅπως τὸν βίον ἀθλίως κατέστρεψαν. εἶτα καὶ ὡς οὐκ ἀποκέκλεισται αὐτοῖς παρὰ τοῦ θεοῦ ἡ τῆς μετανοίας ὀδὸς, οὐδὲ παντάπασι τῆς σωτηρίας ἐξέπεσον· ἀλλ’ εἰ καὶ μόνον ἐπιστρέψαντας ἴδοι, καὶ τῆς προτέρας ἀπωλείας καὶ τῆς ἀπάτης ἀποσχομένους καὶ συγγνώσεται αὐτοῖς φιλανθρώπως καὶ προσηνῶς ὑποδέξεται καὶ βασιλείαν οὐρανῶν ἑτοιμάσει καὶ ἀγαθῶν ἀξιώσει τῶν ἀποῤῥήτων.

---

Clemens Romanus, Clementina Epitome Prior Edita Correctior, ed. Albert Dressel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg011.local001/.
