# Clementina Epitome Prior Edita Correctior 163

Clemens Romanus, Clementina Epitome Prior Edita Correctior, Section 163. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/clementina-epitome-prior-edita-correctior/163

Εὐχαριστῶ σοι τῷ ἀληθεῖ καὶ μόνῳ θεῷ, τῷ διὰ τοῦτό μοι τοὺς ὀφθαλμοὺς πεπηρωκότι τοῦ σώματος, ὅπως τοὺς τῆς ψυχῆς διανοίξῃς, καὶ διαβλέψαι με παρασκευάσῃς πρὸς τὴν ἀλήθειαν. διὰ τοῦτο δὲ καὶ τῶν ὤτων τὴν ἐνέργειαν ἀποσβέσαντι, ὅπως νηφούσῃ διανοίᾳ, καὶ μηδενὸς τῶν ἔξωθεν ὅλως αἰσθανομένῃ, τὸ τῆς εὐσεβείας ὑποδέξωμαι κήρυγμα, νῦν δὲ αὐτήν τε τὴν ἀλήθειαν ἐμυήθην καὶ ἀκριβῶς τὰ τῶν Ἑλλήνων διέγνων, ἀπάτην ὄντα μόνον καὶ τερατείαν ἀπίθανον. ἐπὶ τούτοις φαιδρότης ἔσχε καὶ ἡδονὴ τὸν οἶκον, καὶ τῷ Χριστῷ πάντες ἐπίστευσαν. τοῦ πάσχα δὲ ἤδη ἐνισταμένου ἐβαπτίσαντο μετὰ τοῦ Σισιννίου πάντες πατέρες ὁμοῦ καὶ μητέρες καὶ παῖδες εἰς εἴκοσι καὶ τρεῖς ἐπὶ τοῖς τετρακοσίοις ὄντες. τοῦτο πολλοὺς ἐπεσπάσατο τῶν ἐπιφανεστέρων, ὅσοι τε μακρᾷ τῇ δόξῃ διέπρεπον, καὶ οἷς ὁ βασιλεὺς Νερούας φίλοις μάλιστα καὶ συμβούλοις ἐχρῆτο· καὶ τῇ εὐσεβείᾳ πάντες συνέθεντο.

---

Clemens Romanus, Clementina Epitome Prior Edita Correctior, ed. Albert Dressel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg011.local001/.
