# Clementina Epitome Prior Edita Correctior 166

Clemens Romanus, Clementina Epitome Prior Edita Correctior, Section 166. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/clementina-epitome-prior-edita-correctior/166

Μαρμεντῖνος δὲ ὁ τῆς πόλεως ἔπαρχος μὴ φέρων ἐπὶ πολὺ στασιάζουσαν οὕτω τὴν πόλιν ὁρᾶν, ἄλλως τε καὶ τῇ τῆς εὐσεβείας ἐπιδόσει βασκαίνων, ἄγει τὸν μακάριον Κλήμεντα πρὸς ἑαυτὸν καὶ λόγοις τὴν γενναίαν οὕτω ψυχὴν κλέπτειν ἐπεχείρει ἐξ εὐγενοῦς, λέγων, προελήλυθας ῥίζης· τοῦτο πᾶς ὁ τῶν Ῥωμαίων σοι μαρτυρεῖ δῆμος· ἀλλ’ ἀνθρωπίνην καὶ αὐτὸς πλάνην ὑπέστης, καὶ διὰ τοῦτο οὐδὲ σιωπᾶν ἡ πόλις ἀνέχεται. φασὶ γὰρ, σὲ καινοτέραν εἰσάγειν θρησκείαν, καί τινα παρὰ τοὺς πατρῴους θεοὺς κηρύσσειν Χριστόν. ὅθεν ἀποθέσθαι σε χρὴ τὴν περιττὴν ταύτην δεισιδαιμονίαν, καὶ μόνους αἰδεῖσθαι καὶ τιμᾶν τοὺς συνήθεις τῇ πόλει θεούς. καὶ ὁ πατριάρχης εὔχομαι τὴν σὴν στεῤῥότητα, ἔφη, μεταδοῦναί μοι λόγου, καὶ προσχεῖν μου ταῖς ἀποκρίσεσιν, ἀλλὰ μὴ οὕτως ἀλόγῳ στάσει καὶ ματαίοις ἕπεσθαι θορύβοις. οὐδὲ γὰρ δεῖ στάσεως, οὐδὲ θορύβων, ὅπου σκοπῆσαί τε περὶ τῆς ἑαυτοῦ σωτηρίας τινὶ καὶ περὶ θεοῦ διαλεχθῆναι πρόκειται. ὁ ἔπαρχος τοίνυν τὸ τοῦ ἀνδρὸς γενναῖον καὶ στάσιμον ἐξ αὐτῶν εὐθὺς τῶν προοιμίων καταμαθὼν, καὶ εἰπεῖν τε αὐτὸς καὶ ἀκοῦσαι παρ’ ἐκείνου πάλιν ὀκνήσας, καὶ ἀναβαλλόμενος τὴν διάλεξιν Τραϊανῷ περὶ αὐτοῦ τῷ αὐτοκράτορι ἀναφέρει. καὶ ὁ βασιλεὺς αὐτῷ οὕτως ἐπιλύει τὰ γεγραμμένα, ὡς ἢ θῦσαι τὸν Κλήμεντα τοῖς πατρῴοις θεοῖς, ἢ πέραν τοῦ Πόντου εἰς ἔρημόν τινα πόλιν τῶν τῇ Χερσῶνι παρακειμένων ἀπὸ τῆς Ῥώμης ἀιδίῳ φυγῇ ἐλαθῆναι.

---

Clemens Romanus, Clementina Epitome Prior Edita Correctior, ed. Albert Dressel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg011.local001/.
