# Clementina Epitome Prior Edita Correctior 17

Clemens Romanus, Clementina Epitome Prior Edita Correctior, Section 17. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/clementina-epitome-prior-edita-correctior/17

Ἡ τοῦ θεοῦ βουλὴ κατὰ πολλοὺς τρόπους ἐν ἀδήλῳ γέγονε τοῖς ἀνθρώποις. πρῶτα μὲν διὰ τὸ κρατηθῆναι αὐτοὺς εἰσαγωγῇ κακῇ, συντροφίᾳ πονηρᾷ, συνηθείᾳ δεινῇ, ὁμιλίᾳ οὐ καλῇ, προλήψει οὐκ ὀρθῇ, καὶ διὰ ταῦτα πλάνῃ· ἔπειτα ἀφοβίᾳ, ἀπιστίᾳ, πορνείᾳ, φιλαργυρίᾳ, κενοδοξίᾳ καὶ ἄλλοις τοιούτοις, ἃ δὴ καθάπερ καπνοῦ πλῆθος εἰς ἕνα προσπελάσαντα καὶ ἐπεισελθόντα οἶκον τὸν κόσμον καὶ τῶν ἔνδοθεν οἰκούντων ἀνδρῶν ἐπιθολώσαντα τὰς ὁράσεις ἀναβλέψαι αὐτοὺς οὐκ ἐᾷ, καὶ τῇ διαγραφῇ τὸν δημιουργήσαντα κατανοῆσαι θεὸν, καὶ τὸ τούτῳ δοκοῦν γνωρίσαι. διὰ χρὴ τοὺς φιλαλήθεις ἔσωθεν ἐκ βάθους ψυχῆς ἐκκαλέσασθαι πρὸς ἐπικουρίαν ἀληθεῖ λογισμῷ τὸν μόνον θεὸν, κύριον δὲ ἡμῶν καὶ σωτῆρα Ἰησοῦν Χριστὸν, καὶ παρ’ αὐτοῦ γνῶσιν λαβεῖν, ἵνα τις ἐντὸς ὢν ἐν τῷ οἴκῳ τῷ πεπλησμένῳ καπνοῦ, τῷ κόσμῳ τούτῳ φημὶ, προσιὼν ἀνοῖξαι δυνηθῇ θύραν, ὡς τὸ μὲν ἐκτὸς τοῦ ἡλίου φῶς εἰσκριθῆναι τῷ οἴκῳ, τὸν δὲ ἐντὸς τοῦ πυρὸς ὄντα ἐκβληθῆναι καπνὸν, ὅπως διαβλέψαντες οἱ ἄνθρωποι πιστεύσωσιν εἰς ἕνα θεὸν πατέρα παντοκράτορα καὶ εἰς τὸν μονογενῆ αὐτοῦ υἱὸν τὸν πρὸ τῶν αἰῴνων ἐξ αὐτοῦ ἀφράστως γεννηθέντα καὶ εἰς τὸ πνεῦμα τὸ ἄγιον τὸ ἐξ αὐτοῦ ἀρρήτως ἐκπορευόμενον, ἕνα θεὸν γνωρίζοντες ἐν τρισὶν ὑποστάσεσιν, ἄναρχον, ἀτελεύτητον, αιώνιον, ἀΐδιον, ἄκτιστον, ἄτρεπτον, ἀναλλοίωτον, ἀπλοῦν, ἀσύνθετον, ἀσώματον, ἀόρατον, ἀναφῆ, ἀπερίγραπτον, ἀπερῖληπτον, ἄπειρον, ἀκατανόητον, ἀγαθὸν, δίκαιον, παντοδύναμον, πάντων κτσμάτων δημουργὸν, παντοκράτορα, παντεπόπτην, πάντων προνοητὴν, ἐξουσιαστὴν καὶ κριτήν· καὶ οὕτως ἀναγεννηθέντες δι’ ὕδατός τε καὶ πνεύματος συγκληρονόμοι καταστῶσι τῶν πρὸς ἀφθαρσίαν ἀναγεννηθέντων υἱῶν τοῦ θεοῦ.

---

Clemens Romanus, Clementina Epitome Prior Edita Correctior, ed. Albert Dressel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg011.local001/.
