# Clementina Epitome Prior Edita Correctior 177

Clemens Romanus, Clementina Epitome Prior Edita Correctior, Section 177. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/clementina-epitome-prior-edita-correctior/177

Τοῦ ἐνιαυτοῦ δὲ ἤδη περιελθόντος καὶ τῆς λαμπρᾶς ἑορτῆς ἐκείνης ἄγεσθαι πάλιν μελλούσης ἐκέντει τε αὐτοὺς ἐπὶ πλέον τὸ πάθος, καὶ σφοδρότερον πάλιν τοῦ παιδὸς ἀνεμίμνησκε. καὶ δῆτα πρὸς ἀλλήλους ἴωμεν, φασὶ, πρὸς τὸν τάφον· ἴδωμεν, εἴ τι τοῦ παιδὸς ὑπολέλειπται λείψανον, εἴ πως κἂν αὐτὸ κομιούμεθα. ταῦτα καὶ ὅσα τοῦ πάθους πρὸς ἑαυτοὺς κοινολογησάμενοι προέρχονται τῆς οἰκίας πενθικῶς ἐσκευασμένοι καὶ τὰς ὁράσεις ὑπὸ τῶν δακρύων ἐκτετηκότες, καὶ παρὰ τὸν αἰγιαλὸν ἀφικνοῦνται. καὶ ὑποχωρεῖ μὲν εὐθέως ἡ θάλασσα τῆς προθεσμίας καταλαβούσης. ἀκολουθοῦσι δὲ αὐτοὶ πρῶτοι, καὶ κατὰ πόδας ἕτεροι πάλιν, τῇ θαλάσσῃ καθάπερ ὁδηγῷ χρώμενοι. καὶ τὸν αὐτομάτως οἰκοδομηθέντα ναὸν ἐκεῖνον, μᾶλλον δὲ τὸν ὑπὸ τῆς σῆς, δέσποτα, σοφίας δημιουργηθέντα καταλαβόντες, ὁρῶσι τὸ παιδίον, ὢ τοῦ θαύματος, ζῶν καὶ ἁλλόμενον παρὰ τῷ ναῷ. καὶ πρῶτον μὲν ἀμφιβόλως εἶχον πρὸς τὰ ὁρώμενα λογιζόμενοι, μὴ οὐχ ὁ παῖς ᾖ τὸ φαινόμενον. ἐπεὶ δὲ καὶ τοῖς γνωρίσμασι καὶ τοῖς σχήμασι πάντοθεν εἰς πίστιν αὐτοὺς τὸ παιδίον ἐνῆγε, καὶ τοῦτον ἐκεῖνον εἶναι τὸν υἱὸν ἐπίστευσαν, περιχυθέντες εὐθέως αὐτῷ, καὶ ὀφθαλμοὺς καὶ χείλη προσφύντες, ἔκλαιόν τε μέχρι πολλοῦ, τὰ γλυκέα δὴ ταῦτα ὑφ’ ἡδονῆς προχέοντες δάκρυα, καὶ θερμῶς αὐτὸν ὥσπερ γυμνῇ τῇ ψυχῇ κατεφίλουν.

---

Clemens Romanus, Clementina Epitome Prior Edita Correctior, ed. Albert Dressel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg011.local001/.
