# Clementina Epitome Prior Edita Correctior 25

Clemens Romanus, Clementina Epitome Prior Edita Correctior, Section 25. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/clementina-epitome-prior-edita-correctior/25

Σίμων οὗτος πατρὀς μέν ἐστιν Ἀντωνίου, μητρὸς δὲ Ῥαχὴλ Σαμαρεὺς τὸ γένος ἀπὸ Γιτθῶν τῆς κώμης, οὐ μεῖον ἢ σχοίνους ἔξ τῆς Σαμαρέων πόλεως ἀπεχούσης. οὗτος ἐν Ἀλεξανδρείᾳ τῇ πρὸς Αἴγυπτον ἑλληνικῇ τε παιδείᾳ πάνυ ἑαυτὸν ἐξασκήσας καὶ τῇ μάγῳ τέχνῃ πολλὰ δυνηθεὶς καὶ εἰς ἀπόνοιαν ἐπαρθεὶς θέλει νομίζεσθαί τις εἶναι δύναμις ἀνωτάτω, καὶ αὐτοῦ τὸν κόσμον πάντα παραγαγόντος θεοῦ. ἐνίοτε δὲ καὶ Χριστὸν ἑαυτὸν αἰνιττόμενος προσαγορεύει. καὶ ταύτῃ δὴ τῇ προσηγορίᾳ κέχρηται ὡς δὴ συστησόμενός τε ἀεὶ καὶ φθορὰς αἰτίαν, ὥστε τὸ σῶμα πεσεῖν, οὐκ ἔχων. καὶ οὔτε θεὸν τὸν κτίσαντα τὸν κόσμον, ἀνώτατον λέγει εἶναι, οὔτε νεκροὺς ἐγερθήσεσθαι πιστεύει ποτέ. τὴν Ἱερουσαλὴμ ἀρνεῖται, τὸ Γαριζεὶν ὄρος ἀντεισφέρει. ἀντὶ τοῦ ὄντως Χριστοῦ τοῦ θεοῦ ἡμῶν ἑαυτὸν ἀναγορεύει. τὰ δὲ τοῦ νόμου ἰδίᾳ προσλήψει ἀλληγορεῖ. καὶ κρίσιν ἔσεσθαι μὲν λέγει, οὐ προσδοκᾷ δέ.

---

Clemens Romanus, Clementina Epitome Prior Edita Correctior, ed. Albert Dressel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg011.local001/.
