# Clementina Epitome Prior Edita Correctior 47

Clemens Romanus, Clementina Epitome Prior Edita Correctior, Section 47. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/clementina-epitome-prior-edita-correctior/47

Κἀγὼ πρὸς αὐτὸν τὴν μὲν πρὸς ἐμέ σου, φημὶ, ἀγαθὴν προαίρεσιν ἀποδέχομαι· τὴν δὲ ἀγνωσίαν ἀποσείομαι. ἡ μὲν γὰρ προαίρεσις ἀγαθὴ, ὅτιπερ ἐν οἷς δοκεῖς καλοῖς, ἐν τούτοις εἶναι με θέλεις· ἡ δὲ γνῶσις οὐκ ὀρθῶς ἔχουσα. προφάσει γὰρ φιλίας λανθάνεις πρὸς ἀπάτην ἡμᾶς ἐκκαλούμενος. καὶ ὁ Ἀππίων οὐκοῦν ἀγνωσία σοι δοκεῖ τὰ πάτρια, ἔφη, φυλάττοντα τὰ Ἑλλήνων φρονεῖν; κἀγὼ τὸν εὐσεβεῖν προῃρημένον, ἀπεκρινάμην, οὐ πάντως φυλάσσειν τὰ πάτρια δεῖ· ἀλλὰ φυλάσσειν μὲν, ἐὰν ᾖ εὐσεβῆ, ἀποσείεσθαι δὲ μὴ οὕτως ἔχοντα. ἐνδέχεται γὰρ, τινὰ πατρὸς ἀσεβοῦς ὄντα καὶ βουλόμενον εὐσεβεῖν μὴ τὰ τοῦ πατρὸς ἐθέλειν μιμεῖσθαι, καὶ κατ’ ἴχνος αὐτοῖς ἕπεσθαι. καὶ ὁ Ἀππίων τί οὖν, τὸν σὸν πατέρα φῂς οὐκ ἀγαθοῦ γεγονέναι βίου; κἀγὼ ἔφην, ὅτι κακοῦ μὲν αὐτὸν οὐκ ἂν εἴποιμι, πλὴν ὅτι τοῖς ψευδέσι καὶ κακοῖς τῶν Ἐλλήνων ἐπίστευε μύθοις. καὶ ὃς τίνες οἱ μῦθοι οὗτοι; φησίν. ἐγὼ δὲ ὑπολαβὼν ἡ περὶ τὸν θεὸν, εἶπον, οὐκ ὀρθὴ δόκησις, ἣν ἐὰν μακροθυμῇς μετὰ τῶν ἄλλων ἀκούσῃ φιλομαθῶν.

---

Clemens Romanus, Clementina Epitome Prior Edita Correctior, ed. Albert Dressel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg011.local001/.
