# Clementina Epitome Prior Edita Correctior 52

Clemens Romanus, Clementina Epitome Prior Edita Correctior, Section 52. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/clementina-epitome-prior-edita-correctior/52

Ταῦτά μου εἰπόντος ὁ Ἀππίων ἐπήνεγκε τῷ λόγῳ· τί γὰρ; οὐχὶ καὶ Ἕλληνες καὶ οἱ Ἑλλήνων νόμοι ἀπαγορεύουσι τὰ τοιαῦτα; καὶ τοὺς μοιχούς τε καὶ ἄλλως τὰ ἐναντία πράττοντας τιμωρεῖσθαι νομοθετοῦσι; κἀγὼ ἔφην· οὐκοῦν οἱ Ἑλλήνων θεοὶ τὰ ἐναντία τοῖς νόμοις διαπραξάμενοι κόλασιν οὐ τὴν τυχοῦσαν ὀφείλουσι. πῶς δὲ σωφρονίζειν ἐμαυτὸν δυνήσομαι ὑπολαμβάνων, ὅτι οἱ θεοὶ αὐτοὶ πρῶτοι ἅμα τῇ μοιχείᾳ τὰ χαλεπὰ πάντα διεπράξαντο, καὶ δίκην οὐ δεδώκασι, ταύτῃ μᾶλλον ὀφείλοντες δοῦναι, ὡς μὴ δουλεύοντες ἐπιθυμίᾳ; εἰ δὲ ὑπέκειντο, πῶς ἦσαν θεοί; καὶ ὁ Ἀππίων· ἔστωσαν ἡμῶν σκοποὶ μηκέτι θεοὶ, ἀλλὰ δικασταὶ, εἰς οὓς ἀφορῶντες φοβηθησόμεθα ἁμαρτάνειν. κἀγὼ ἔφην· οὐκ ἔστιν ὅμοιον, ὦ Ἀππίων. ὁ μὲν γὰρ πρὸς ἄνθρωπον ἔχων τὸν σκοπὸν ἐλπίδι τοῦ λαθεῖν ἁμαρτάνειν πάντως τολμήσειεν· ὁ δὲ θεὸν παντεπόπτην τῇ ἑαυτοῦ ψυχῇ ὁρισάμενος, εἰδὼς αὐτὸν λαθεῖν μὴ δύνασθαι, καὶ τὸ λάθρα ἁμαρτάνειν παραιτήσεται.

---

Clemens Romanus, Clementina Epitome Prior Edita Correctior, ed. Albert Dressel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg011.local001/.
