# Clementina Epitome Prior Edita Correctior 57

Clemens Romanus, Clementina Epitome Prior Edita Correctior, Section 57. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/clementina-epitome-prior-edita-correctior/57

Ὡς δὲ εὐθὺς ἐπέβη τῆς Βηρυτοῦ σεισμὸς ἐγένετο· καὶ οἱ ὄχλοι προσιόντες τῷ Πέτρῳ βοηθεῖν ἐδέοντο. πεφοβήμεθα γὰρ, ἔλεγον, μὴ καὶ παντελῶς ἀπολώμεθα. τότε καὶ ὁ Σίμων τολμήσας Ἀππίωνι ἅμα καὶ Ἀννουβίωνι, Ἀθηνοδώρῳ τε καὶ ὅσοι ἕτεροι ἦσαν αὐτῷ προσηταιρισμένοι δημοσίᾳ τοῖς ὄχλοις ἐβόα τὸν Πέτρον ὑποδεικνύς· φεύγετε τοῦτον, ὦ ἄνδρες, πάσῃ σπουδῇ, φεύγετε· μάγος ἐστὶ λέγων, πιστεύσατε, καὶ τὸν σεισμὸν αὐτὸς οὗτος ἐν ὑμῖν εἰργάσατο καὶ τὰς νόσους ἐκίνησεν, ἵνα ὑμᾶς καταπλήξῃ καὶ θεὸς ἄντικρυς παρ’ ὑμῖν νομισθῇ. ἡσυχίαν δὲ τοῦ λαοῦ παρασχόντος ὁ Πέτρος βραχὺ ὑπομειδιάσας μετὰ πολλῆς μάλα τῆς παῤῥησίας ἄνδρες, ἔφη, ἅπερ οὗτοι λέγουσι θεοῦ θέλοντος ποιεῖν δυνατὸς εἶναι ὁμολογῶ· πρὸς δὲ τούτοις ἕτοιμός εἰμι, ἐὰν μὴ πείθησθέ μοι, περὶ ὧν λέγω, τὴν πᾶσαν ὑμῶν ἐκ βάθρων αὐτῶν ἀναστρέψαι πόλιν.

---

Clemens Romanus, Clementina Epitome Prior Edita Correctior, ed. Albert Dressel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg011.local001/.
