# Clementina Epitome Prior Edita Correctior 62

Clemens Romanus, Clementina Epitome Prior Edita Correctior, Section 62. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/clementina-epitome-prior-edita-correctior/62

Καὶ ὁ Πέτρος θαυμάσας τῶν ὄχλων τὴν σπουδὴν ἀπεκρίνατο· ὁρᾶτε, ἀδελφοὶ, πῶς οἱ τοῦ κυρίου ἡμῶν λόγοι ἐμφανῶς τελειοῦνται; μέμνημαι γὰρ αὐτοῦ εἰρηκότος, ὅτι πολλοὶ ἐλεύσονται ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ βοῤῥᾶ καὶ θαλάσσης· καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ. ἀλλὰ καὶ πολλοὶ, φησὶ, κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοί. τὸ μὲν οὖν ἐλθεῖν οὐκ αὐτῶν ἐστιν ἴδιον, ἀλλὰ τοῦ κεκληκότος θεοῦ· ἐὰν δὲ μετὰ τὸ κληθῆναι τὰ ἀγαθὰ πράξωσι, τοῦτο αὐτῶν ἴδιον, καὶ τῆς προσηκούσης τεύξονται μισθαποδοσίας. ταῦτα εἶπε, καὶ τὸν πολὺν ὄχλον ἰδὼν πρᾴως καθάπερ ἥσυχόν τι ῥεῦμα ποταμοῦ ἐπιῤῥέοντα ἔφη τῷ Μαροώνῃ· ποῦ σοι τόπος ἐστὶν ἐνταῦθα τοὺς ὄχλους χωρεῖν δυνάμενος; τοῦ δὲ Μαροώνου εἰς τὸν κεκηπευμένον τόπον καὶ ὕπαιθρον αὐτὸν ἄγοντος εἵποντο καὶ οἱ ὄχλοι.

---

Clemens Romanus, Clementina Epitome Prior Edita Correctior, ed. Albert Dressel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg011.local001/.
