# Clementina Epitome Prior Edita Correctior 73

Clemens Romanus, Clementina Epitome Prior Edita Correctior, Section 73. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/clementina-epitome-prior-edita-correctior/73

Κἀγὼ ἀπεκρινάμην· ἀλλὰ μή με νομίσῃς κύριε, ὅτι τὰ λύπης πάσχειν ἔμελλον ἀνοήτως, ἀλλὰ καὶ πάνυ ὀρθῶς ἔχοντι λογισμῷ. ἐπεὶ γάρ σε ἀντὶ πάντων εἱλόμην, πατρός τε καὶ μητρὸς, ἀδελφῶν ἅμα καὶ συγγενῶν, αἴτιόν μοι γενόμενον διὰ τὸν θεὸν τῆς σωζούσης ἀληθείας, οὕτω καὶ ἡς ἔμελλον ἐκ πάντων ἀπολαύειν παραμυθίας, διά σου μόνου καρποῦμαι. δέδοικα γὰρ ὅλως ἀπολειφθῆναί σου, μή ποτε διὰ τὴν ἐκ τῆς ἡλικίας ἀκμὴν ἥττων ἐπιθυμίας γένωμαι. καὶ διὰ τοῦτο οὕτως ἐνστάσεως ἔχω, ὡς ἀποστῆναί σου ἀδύνατον εἶναι, εἰ μὴ κατά τινα χόλον θεοῦ τοῦτο γένηται. καὶ γὰρ μέμνημαί σου ἐν Καισαρείᾳ εἰπόντος· εἴ τίς μοι βούλεται συνοδεῦσαι, εὐσεβῶς καὶ συνοδευέτω. εὐσεβῶς δὲ ἔφης τὸ μηδένα λυπῆσαι κατὰ θεὸν, οἷον ἀπολιπόντα γονεῖς, γυναῖκα, πρὸς δὲ καὶ ἑτέρους τινὰς τῶν εὐσεβεῖν ἑλομένων. ὅθεν ἐγὼ κατὰ πάντα ἐπιτήδειός εἰμί σοι συνοδοιπόρος, ᾧ καὶ τὰ μέγιστα χαρίζῃ, εἰ μοι τὰς τῶν δούλων ὑπηρεσίας ἐπιτρέποις ποιεῖν.

---

Clemens Romanus, Clementina Epitome Prior Edita Correctior, ed. Albert Dressel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg011.local001/.
