# Clementina Epitome Prior Edita Correctior 74

Clemens Romanus, Clementina Epitome Prior Edita Correctior, Section 74. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/clementina-epitome-prior-edita-correctior/74

Καὶ ὁ Πέτρος ἀκούσας μετά τινός φησι μειδιάματος· τί οὖν οἴει, Κλήμη, μὴ ὑπ’ αὐτῆς ἀνάγκης εἰς δούλων σε ταγῆναι τὀπον; ἐπεὶ τίς τὰς καλάς μοι καὶ πολλὰς σινδόνας μετὰ τῶν ἑπομένων δακτυλίων καὶ τῶν ὑποδημάτων φυλάξει; τίς δὲ καὶ τὰ ἡδέα καὶ πολυτελῆ ὄψα προετομάσει, ἅ τινα ποικίλα ὄντα πολλῶν καὶ τεχνικῶν δεῖται μαγείρων, καὶ πάντα ἐκεῖνα, ὅσα ὡς θηρίῳ μεγάλῳ, τῇ ἐπιθυμίᾳ προευτρεπίζεται; πλὴν ἡ τοιαύτη σε προαίρεσις ὑπεισῆλθεν, ἴσως μὴ συνιέντα καὶ τὸν ἐμὸν ἀγνοοῦντα βίον, ὅτι ἄρτῳ μόνῳ καὶ ἐλαίαις χρώμαι καὶ σπανίως λαχάνοις· καὶ ὅτι ἱμάτιόν μοι καὶ τριβώνιον ἕν ἐστι τούτο αὐτὸ, ὃ περιβέβλημαι, καὶ ἑτέρου χρείαν οὐκ ἔχω, οὐδὲ ἄλλων τινῶν. ἐν γὰρ τούτοις καὶ περισσεύομαι. ὁ νοῦς γάρ μου τὰ ἐκεῖ πάντα ὁρῶν αἰώνια ἀγαθὰ, τῶν ἐνταῦθα οὐδενὸς ἐπιστρέφεται. ὅμως σοῦ μὲν τὴν ἀγαθὴν προαίρεσιν ἀποδέχομαι καὶ θαυμάζων ἐπαινῶ, πῶς ἀνὴρ ἐκ πολυτελῶν ἐθῶν ὑπάρχων ῥαδίως τοῖς ἀναγκαίοις τὸν σεαυτοῦ ὑπήλλαξας βίον. ἡμεῖς γὰρ ἐκ παίδων ἐγώ τε καὶ Ἀνδρέας ὁ σύναιμος οὐ μόνον ἐν ὀρφανίᾳ τραφέντες, ἀλλὰ καὶ ὑπὸ πενίας εἷς ἐργασίαν ἐθισθέντες εὐμαρῶς φέρομεν νῦν τὰς μακρὰς ταύτας ὁδοιπορίας. ὅθεν εἰ ἐπείθου μοι, ἐμοὶ ἂν συγκεχωρήκεις τὰ δούλων ἀποπληροῦν σοι.

---

Clemens Romanus, Clementina Epitome Prior Edita Correctior, ed. Albert Dressel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg011.local001/.
