# Clementina Epitome Prior Edita Correctior 8

Clemens Romanus, Clementina Epitome Prior Edita Correctior, Section 8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/clementina-epitome-prior-edita-correctior/8

Οὕτω περὶ τῶν λοιπῶν ἔχων τοιαῦτα καὶ πρὸς ἐμαυτὸν ἔλεγον· τί δή ποτε μέμφομαι τοὺς ἄλλους ἐν ἴσῳ τῆς ἀμελείας ὢν ἐκείνοις ἐγκλήματι καὶ οὐ πρότερον τὸν ἐμὸν διαθεὶς βίον εἰς Ἰουδαίαν ἀφικνοῦμαι μάρτυς τῶν τοιούτων αὐτὸς γενησόμενος; οὕτως οὖν βουλευσαμένῳ πολὺς ὁ μεταξὺ διετρίβετο χρόνος τῶν βιωτικῶν με πραγμάτων πρὸς ἑαυτὰ περισπώντων καὶ δυσεκλύτων μοι γινομένων. τέλος γοῦν συννοήσας τὸν βίον ὅπως ἄστατός ἐστι καὶ ἀνώμαλος, εἶτα καὶ τὸν προτοῦ χρόνον ἅπαντα διαμνημονεύσας ὅπως ὑποσαινούσης με ἀεὶ τῆς ἐλπίδος εἰς δεῦρο παρέμεινα, καὶ ὅτι οὕτως ἀσχολούμενοι πάντες ἄνθρωποι ἀποθνήσκομεν, τὰ πάντα μου ὡς ἔτυχεν ἀφεὶς εἰς Πόρτον εὐθὺς ὥρμησα, καὶ εἰς τὸν λιμένα ἐλθών τε καὶ ἀναχθεὶς ἀνέμων ἀντιπνοίαις ἀντὶ τοῦ εἰς Ἰουδαίαν κατᾶραι προσώκειλα τῇ Ἀλεξανδρείᾳ. ἐκεῖ δὲ συνεφοίτων τοῖς φιλοσόφοις πνευμάτων ἐπηρείας ἤδη μοι τὸν πλοῦν ἐπεχούσης καὶ τὰ περὶ τῆς φήμης ἣν ὁ φανεὶς ἐν Ῥώμῃ διήγγειλε καὶ τίνα γε ἃ καταγγέλοι σαφῶς ἕκαστα καταλέγειν ἠξίουν. οἱ δὲ φανέντα μὲν, εἶπον, ἐν Ῥώμῃ τοιόνδε τινὰ ὅλως οὐκ ἴσμεν, περὶ δὲ τοῦ ἐν Ἰουδαίᾳ γενομένου καὶ υἱοῦ θεοῦ ὑπὸ τῆς φήμης κηρυττομένου παρὰ πολλῶν τῶν ἐκεῖθεν ἐληλυθότων ἠκούσαμεν καὶ περὶ πάντων ὧν ἐποίει καὶ ψιλῷ τῷ ῥήματι θαυμασίων ἐμάθομεν.

---

Clemens Romanus, Clementina Epitome Prior Edita Correctior, ed. Albert Dressel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg011.local001/.
