# Clementina Epitome Prior Edita Correctior 83

Clemens Romanus, Clementina Epitome Prior Edita Correctior, Section 83. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/clementina-epitome-prior-edita-correctior/83

Καὶ ἡ γυνὴ τὸ ῥηθὲν οὐ συνεῖσα, ἡδέως δὲ μόνον ἁρπάσασα τὸ λεχθὲν, λέγειν ἤρξατο οὕτως· γένος μὲν καὶ πατρίδα σοι διηγήσασθαι, οὐκ οἶμαί ποτε πείσειν ἐμαυτὴν δυνηθῆναι· πλὴν ἀλλὰ καί σοι τί διαφέρει τοῦτο μαθεῖν, ἢ μόνον τὴν αἰτίαν, ἧς ἕνεκεν ὀδυνωμένη δήγμασι τὰς ἐμὰς ἐνέκρωσα χεῖρας; ὅμως τὰ κατ’ ἐμαυτὴν ὡς δυνατὸν ἀκοῦσαί σε διηγήσομαι. ἐγὼ πάνυ ἐξ εὐγενῶν οὖσα δυνατοῦ τινὸς προσταγῇ ἀνδρὶ πρὸς γένους αὐτῷ τυγχάνοντι ἐγενόμην γυνή· καὶ διδύμους υἱοὺς ἔχουσα καὶ τρίτον ἐπὶ τούτοις υἱὸν ἔσχον. ὁ δὲ τοῦ ἐμοῦ ἀνδρὸς ἀδελφὸς ἐπιμανείς μου τῇ ὄψει καὶ τῷ ἐμῷ ἔρωτι κατ’ ἄκρας ἁλοὺς, καί τοι σωφρονεῖν σφόδρα τῆς ταλαιπώρου φιλούσης καὶ μήτε συνθέσθαι τῷ ἐραστῇ βουλομένης, μήτε δὲ τῷ ἐμῷ ἀνδρὶ πάλιν ἀναθέσθαι τὸν ἐπ’ ἐμοὶ τοῦ ἀδελφοῦ ἔρωτα πρέπον εἶναι λογισαμένης, ὡς ἂν μήτε τὴν τοῦ ἀνδρὸς κοίτην ὑβρίσω, μήτε τῷ ἀδελφῷ τὸν ἀδελφὸν ἐκπολεμώσω καὶ τῷ ἐκείνου γένει μεγάλῳ ὄντι ὀνειδισμὸν ἐπαγάγω, τὴν πόλιν ἐλογισάμην μετὰ τῶν ἐμῶν διδύμων παίδων ἐπὶ χρόνον τινὰ καταλιπεῖν, ἕως καὶ ὁ μιαρὸς ἔρως παύσεται τοῦ πρὸς ὕβριν με κολακεύσαντος. τὸν μέν τοι ἕτερον υἱὸν παρὰ τῷ πατρὶ μεῖναι εἰς παραμυθίαν ἔγνων καταλιπεῖν.

---

Clemens Romanus, Clementina Epitome Prior Edita Correctior, ed. Albert Dressel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg011.local001/.
