# Clementina Epitome Prior Edita Correctior 87

Clemens Romanus, Clementina Epitome Prior Edita Correctior, Section 87. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/clementina-epitome-prior-edita-correctior/87

Ταῦτα τῆς γυναικὸς εἰπούσης ὁ Πέτρος ὑπὸ λογισμῶν ἵστασθαι μετέωρος ἐδόκει. ἐγὼ δὲ ἐπιστὰς καὶ τὸν διδάσκαλον τῇ γυναικὶ κοινολογούμενον οὕτω καταλαβὼν ἐκ πολλοῦ σε περιερχόμενος, ἔφην, ἐζήτουν· καὶ τὰ νῦν τί ποιητέον; ὁ δὲ Πέτρος προσέταξέ μοι προαγαγόντι μένειν ἐπὶ τοῦ πλοίου. καὶ ἐπειδὴ ἀντειπεῖν οὐκ ἦν οὕτω κελεύσαντι, τὸ προσταχθὲν ἐποίουν. ὁ δὲ Πέτρος μικρᾷ τινὶ ὑποψίᾳ, ὡς αὐτός μοι πάντα ὕστερον διηγήσατο, παλλόμενος τὴν καρδίαν ἐπυνθάνετο τῆς γυναικὸς λέγων· εἰπέ μοι, γύναι, τὸ γένος καὶ τὴν πόλιν καὶ τῶν τέκνων δὴ τὰ ὀνόματα, καὶ παραχρῆμα δίδωμί σοι τὸ φάρμακον. ἡ δὲ βιαζομένη μὲν καὶ εἰπεῖν οὐκ ἐθέλουσα, τὸ φάρμακον δὲ ὅμως ἐφιεμένη λαβεῖν ἐσοφίσατο ἀντὶ ἄλλων εἰπεῖν ἕτερα, καὶ ὅμως αὑτὴν μὲν Ἐφεσίαν εἶναι ἔφησε, τὸν ἄνδρα δὲ Σικελὸν, ὡσαύτως δὲ καὶ τῶν τριῶν παίδων ἤμειψε τὰ ὀνόματα. καὶ ὁ Πέτρος οἰηθεὶς αὐτὴν ἀληθεύειν οἴμοι γύναι, φησὶ, ἐνόμιζον μεγάλην τινὰ χαρὰν τῇ σήμερον ἄγειν ἡμέρᾳ ὑπολαβών σέ τινα εἶναι, ἧς τὰ πράγματα ἀκούσας ἀκριβῶς ἐπίσταμαι. ἡ δὲ ἐξώρκιζε λέγουσα· δέομαί σου, εἰπέ μοι, ἵνα εἰδῶ, εἰ ἔστι τις ἐν γυναιξὶν ἄλλη ἀθλιωτέρα ἐμοῦ.

---

Clemens Romanus, Clementina Epitome Prior Edita Correctior, ed. Albert Dressel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg011.local001/.
