# Clementina Epitome Prior Edita Correctior 89

Clemens Romanus, Clementina Epitome Prior Edita Correctior, Section 89. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/clementina-epitome-prior-edita-correctior/89

Ταῦτα τοῦ Πέτρου εἰπόντος ἐπιστήσασα τὸν νοῦν αὐτοῖς ὑπὸ ἐκπλήξεως ἀπέψυξεν ἡ γυνή. ὁ δὲ Πέτρος νήφειν αὐτὴν παρακελευσάμενος, τί ποτέ ἐστιν ὃ πάσχεις, διεπυνθάνετο. ἡ δὲ ὥσπερ ἐκ μέθης ἀνενεγκοῦσα καὶ τὸ πρόσωπον τρίψασα καὶ ποῦ ἐστίν, ἔφη, ποῦ ὁ θρυλλούμενος νεανίας; συνεὶς δὲ ὁ Πέτρος τὸ δρᾶμα εἰπέ μοι σὺ πρῶτον, ἔφη· ἄλλως γὰρ ἰδεῖν τοῦτον οὐ δύνασαι. ἡ δὲ σπεύδουσα ἐγὼ, φησὶν, ἡ τοῦ νεανίσκου μήτηρ εἰμὶ, καὶ Κλήμης αὐτῷ ὄνομα. καὶ ὁ Πέτρος ἀκούσας αὐτός ἐστιν, εἶπεν, αὐτός ἐστι. καὶ οὗτος ἦν ὁ πρὸ μικροῦ προσελθὼν καὶ λαλήσας μοι, ὃν καὶ ἀναμένειν ἐν τῷ πλοίῳ προσέταξα. ἡ δὲ προσπεσοῦσα τῷ Πέτρῳ ἠξίου σπεύδειν ἐπὶ τὸ πλοῖον. καὶ ὁ Πέτρος εἴ μοι τηρεῖς, ἔφη, τὰς συνθήκας, καὶ τοῦτο ποιήσω. ἡ δὲ πάντα ποιῶ, φησὶ, μόνον μοι τὸ τέκνον τὸ μονογενὲς γνώρισον· δόξω γὰρ δἰ αὐτοῦ καὶ τὰ δύο μου τὰ ἐνταῦθα τεθνηκότα τέκνα ὁρᾶν. καὶ ὁ Πέτρος ἀλλ’ ὅταν αὐτὸν ἴδῃς, ἡσύχασον, μέχρις ἂν τῆς νήσου ἐκβῶμεν.

---

Clemens Romanus, Clementina Epitome Prior Edita Correctior, ed. Albert Dressel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg011.local001/.
