# Clementina Epitome Prior Edita Correctior 93

Clemens Romanus, Clementina Epitome Prior Edita Correctior, Section 93. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/clementina-epitome-prior-edita-correctior/93

Γενομένων δὲ ἡμῶν ἐπὶ αὐτὸ καὶ τροφῆς μεταλαβόντων, τεινομένης ἔτι τῆς ὥρας ἔφην ἐγὼ τῷ Πέτρῳ· φιλανθρωπίας ἔργον, κύριέ μου Πέτρε, ἡ ἐμὴ πεποίηκε μήτηρ τῆς ξενοδόχου ὑπομνησθεῖσα γυναικός. καὶ ὁ Πέτρος ἀπεκρίνατο· ἆρά γε, ὦ Κλήμη, ἀληθῶς νενόμικας φιλανθρωπίας ἔργον πεποιηκέναι τήν σε τεκοῦσαν, καθ’ ὃ τὴν ἀπὸ ναυαγίου αὐτὴν ὑποδεξαμένην ἠμείψατο, ἢ ὡς μητρὶ χαριζόμενος τοῦτο εἴρηκας; εἰ δὲ μὴ χαριζόμενος, ἀλλ’ ὡς ἀληθεύων ἔφης, ἔοικάς μοι ἀγνοεῖν, τί ποτέ ἐστι φιλανθρωπίας μέγεθος, ἥτις ἐστὶν ἄνευ τοῦ φυσικῶς πείθοντος ἡ πρὸς οἷον δή ποτε στοργὴ, καθ’ ὃ ἄνθρωπός ἐστιν. ἀλλ’ οὐδὲ ἡ ξενοδόχος ἡ ἀπὸ ναυαγίου τήν σε τεκοῦσαν ὑποδεξαμένη φιλάνθρωπος ἂν παρ’ ἐμοὶ λέγοιτο. ὑπὸ γὰρ ἐλέους κολασθεῖσα ἐπέπειστο γενέσθαι γυναικὸς εὐεργέτις, ναυαγίῳ περιπεσούσης, τέκνα πενθούσης, ξένης, γυμνῆς, μεμονωμένης, καὶ σφόδρα ἐπὶ ταῖς συμφοραῖς ὀλοφυρομένης. ἐν τοσαύταις οὖν αὐτὴν συμφοραῖς οὖσαν τίς οὐκ ἂν ἰδὼν ἐλεήσειε καὶ τῶν ἀσεβῶν; ὥστε οὔπω φιλανθρωπίας ἔργον οὐδὲ ἡ ξενοδόχος γυνὴ πεποιηκυῖα πρὸς αὐτὴν φαίνεται, ἀλλ’ ὑπὸ τοῦ ἐπὶ μυρίας συμφοραῖς ἐλέου πρὸς εὐεργεσίαν κεκινημένη. καὶ γὰρ ἥ σε τεκοῦσα βίου εὐπορήσασα καὶ τὴν ξενοδόχον ἀμειψαμένη οὐ φιλανθρωπίας, ἀλλὰ φιλίας ἐποίησεν ἔργον. πολλὴ δὲ διαφορὰ μεταξὺ φιλίας τε καὶ φιλανθρωπίας, ὅτι ἡ μὲν φιλία ἐξ ἀμοιβῆς γίνεται, ἡ φιλανθρωπία δὲ ἄνευ τοῦ φυσικῶς πείθοντος πάντα ἄνθρωπον, καθὸ ἄνθρωπός ἐστι, φιλοῦσα εὐεργετεῖ. εἰ μὲν οὖν ἡ ἐλεήσασα ξενοδόχος αὕτη καὶ ἀδικήσαντας ἐχθροὺς ἐλεοῦσα εὐεργετεῖ, φιλάνθρωπος ἂν εἴη· εἰ δὲ διότι φίλη ἢ ἐχθρὰ, ἡ φίλη τοιαύτη τοῦ τινὸς αἰτίου φίλη ἐστὶν ἢ ἐχθρὰ, οὐ τοῦ ἀνθρώπου.

---

Clemens Romanus, Clementina Epitome Prior Edita Correctior, ed. Albert Dressel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg011.local001/.
