# Clementina Epitome Prior Edita Correctior 96

Clemens Romanus, Clementina Epitome Prior Edita Correctior, Section 96. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/clementina-epitome-prior-edita-correctior/96

Καὶ ὁ Πέτρος ἔχει μετρίως καὶ ταῦτα, ἔφη· τὸ δὲ μεῖζον ἄκουσον. ἐνίων ἀνθρώπων ἁμαρτανόντων ἢ εὖ πραττόντων, ἃ μὲν ὧν ποιοῦσιν ἴδιά ἐστιν αὐτῶν, ἃ δὲ καὶ ἀλλότρια· δίκαιον δὲ ἕκαστον ἐπὶ τοῖς ἰδίοις ἁμαρτήμασι τιμωρεῖσθαι, ἢ ἐπὶ τοῖς κατορθώμασιν ἀμοιβῆς ἀξιοῦσθαι. ἀδύνατον δέ τινι πλὴν προφήτῃ μόνῳ πρόγνωσιν ἔχοντι τὰ ὑπό τινος γενόμενα εἰδέναι σαφῶς, ποῖα μὲν αὐτοῦ ἐστὶν ἴδια, ποῖα δὲ οὐκ ἔστι. κἀγὼ ἔφην· ἐβουλόμην μαθεῖν, πῶς τῶν ἀδικημάτων ἢ κατορθωμάτων τὰ μὲν ἴδια, τὰ δὲ ἀλλότρια τυγχάνει. καὶ ὁ Πέτρος μοι ἀπεκρίνατο· ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ ἔφη· τὰ ἀγαθὰ ἐλθεῖν δεῖ· μακάριος δὲ, φησὶ, δι’ οὗ ἔρχεται. ὁμοίως ἀνάγκη καὶ τὰ κακὰ ἐλθεῖν· οὐαὶ δὲ δι’ οὗ ἔρχεται. εἰ δὲ διὰ κακῶν ἔρχεται τὰ κακὰ, καὶ διὰ ἀγαθῶν ἀγαθὰ φέρεται, προσεῖναι δεῖ ἑκάστῳ, εἴτε ἀγαθὸν ἔπραξεν, εἴτε φαῦλον, ἵνα καὶ τὸ εἰρημένον ὑπὸ τοῦ πνεύματος· ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, ἀληθὲς ᾖ πάντως καὶ ἀναμφίλογον. πλὴν ἀλλὰ τὸν ἀρετῆς ὅλως ἀντιποιούμενον δέον ἐστὶν, ὡς ὁ Χριστὸς εἴρηκε, καὶ τοὺς ἐχθροὺς ἀγαπᾶν· ἔτι μὴν καὶ ὑπὲρ αὐτῶν εὔχεσθαι, καὶ τοὺς λοιδοροῦντας εὐλογεῖν, καὶ τοῖς ἐπηρεάζουσι συγχωρεῖν. οὕτω γὰρ ἀκριβὴς ἔσται φύλαξ τῶν ἐντολῶν, καὶ τὰ ἁμαρτήματα πάντα διὰ τῆς εἰς τὸν πλησίον ἀγάπης συγχωρηθεὶς ἀπελεύσεται.

---

Clemens Romanus, Clementina Epitome Prior Edita Correctior, ed. Albert Dressel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg011.local001/.
