Ancient Greek
13.2 to 13.4
Clemens Romanus, Epistula I ad Corinthios 13.2-4
Not analysed yet
οὕτως γὰρ εἶπεν: Ἐλεᾶτε, ἵνα ἐλεηθῆτε: ἀφίετε, ἵνα ἀφεθῇ ὑμῖν: ὡς ποιεῖτε, οὕτω ποιηθήσεται ὑμῖν: ὡς δίδοτε, οὕτως δοθήσεται ὑμῖν: ὡς κρίνετε, οὕτως κριθήσεσθε: ὡς χρηστεύεσθε, οὕτως χρηστευθήσεται ὑμῖν: ᾧ μέτρῳ μετρεῖτε, ἐν αὐτῷ μετρηθήσεται ὑμῖν. ταύτῃ τῇ ἐντολῇ καὶ τοῖς παραγγέλμασιν τούτοις στηρίξωμεν ἑαυτοὺς εἰς τὸ πορεύεσθαι ὑπηκόους ὄντας τοῖς ἁγιοπρεπέσι λόγοις αὐτοῦ, ταπεινοφρονοῦντες: φησὶν γὰρ ὁ ἅγιος λόγος: Ἐπὶ τίνα ἐπιβλέψω, ἀλλ̓ ἢ ἐπὶ τὸν πραῢν καὶ ἡσύχιον καὶ τρέμοντά μου τὰ λόγια.