Ancient Greek
35.6 to 35.12
Clemens Romanus, Epistula I ad Corinthios 35.6-12
Not analysed yet
ταῦτα γὰρ οἱ πράσσοντες στυγητοὶ τῷ θεῷ ὑπάρχουσιν: οὐ μόνον δὲ οἱ πράσσοντες αὐτά, ἀλλά καὶ οἱ συνευδοκοῦντες αὐτοῖς. λέγει γὰρ ἡ γραφή: Τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ θεός: Ἱνατί σὺ διηγῇ τὰ δικαιώματά μου, καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου ἐπὶ στόματός σου; σὺ δὲ ἐμίσησας παιδείαν καὶ ἐξέβαλες τοὺς λόγους μου εἰς τὰ ὀπίσω. εἰ ἐθεώρεις κλέπτην. συνέτρεχες αὐτῷ, καὶ μετὰ μοιχῶν τὴν μερίδα σου ἐτίθεις. τὸ στόμα σου ἐπλεόνασεν κακίαν, καὶ ή γλῶσσα σου περιέπλεκεν δολιότητα. καθήμενος κατὰ τοῦ ἀδελφοῦ σου κατελάλεις, καὶ κατὰ τοῦ υἱοῦ τῆς μητρός σου ἐτίθεις σκάνδαλον. ταῦτα ἐποίησας, καὶ ἐσίγησα: ὑπέλαβες, ἄνομε, ὅτι ἔσομαί σοι ὅμοιος. ἐλέγξω σε καὶ παραστήσω σε κατὰ προσωπόν σου. σύνετε δὴ ταῦτα, οἱ ἐπιλανθανόμενοι τοῦ θεοῦ. μήποτε ἁρπάσῃ ὡς λέων, καὶ μὴ ᾖ ὁ ῥυόμενος. θυσία αἰνέσεως δοξάσει με, καὶ ἐκεῖ ὁδός, ᾗ δείξω αὐτῷ τὸ σωτήριον τοῦ θεοῦ.