Ancient Greek
36.3 to 36.6
Clemens Romanus, Epistula I ad Corinthios 36.3-6
Not analysed yet
γέγραπται γὰρ οὕτως: Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. ἐπὶ δὲ τῷ υἱῷ αὐτοῦ οὕτως εἶπεν ὁ δεσπότης. Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε: αἴτησαι παῤ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. καὶ πάλιν λέγει πρὸς αὐτόν: Κάθον ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. τίνες οὖν οἱ ἐχθροί; οἱ φαῦλοι καὶ ἀντιτασσομενοι τῷ θελήματι αὐτοῦ.