Ancient Greek
45.1 to 45.6
Clemens Romanus, Epistula I ad Corinthios 45.1-6
Not analysed yet
Φιλόνεικοι ἔστε, ἀδελφοί, καὶ ζηλωταὶ περὶ τῶν ἀνηκόντων εἰς σωτηρίαν. ἐγκεκύφατε εἰς τὰς ἱερὰς γραφάς, τὰς ἀληθεῖς, τὰς διὰ τοῦ πνεύματος τοῦ ἁγίου. ἐπίστασθε, ὅτι οὐδὲν ἄδικον οὐδὲ παραπεποιημένον γέγραπται ἐν αὐταῖς. οὐχ εὑρήσετε δικαίους ἀποβεβλημένους ἀπὸ ὁσίων ἀνδρῶν. ἐδιώχθησαν δίκαιοι, ἀλλ̓ ὑπὸ ἀνόμων: ἐφυλακίσθησαν, ἀλλ̓ ὑπὸ ἀνοσίων: ἐλιθάσθησαν ὑπὸ παρανόμων: ἀπεκτάνθησαν ὑπὸ τῶν μιαρὸν καὶ ἄδικον ζῆλον ἀνειληφότων. ταῦτα πάσχοντες εὐκλεῶς ἤνεγκαν. τί γὰρ εἴπωμεν, ἀδελφοί; Δανιὴλ ὑπὸ τῶν φοβουμένων τὸν θεὸν ἐβλήθη εἰς λάκκον λεόντων;