Ancient Greek
Chapter 14
Clemens Romanus, Epistula II ad Corinthios 14.2
Not analysed yet
οὐκ οἴομαι δὲ ὑμᾶς ἀγνοεῖν, ὅτι ἐκκλησία ζῶσα σῶμά ἐστιν Χριστοῦ: λέγει γὰρ ἡ γραφή: Ἐποίησεν ὁ θεὸς τὸν ἅνθρωπον ἅρσεν καὶ θῆλυ: τὸ ἄρσεν ἐστὶν ὁ Χριστός, τὸ θῆλυ ἡ ἐκκλησία: καὶ ἔτι τὰ βιβλία καὶ οἱ ἀπόστολοι τὴν ἐκκλησίαν οὐ νῦν εἶναι λέγουσιν ἀλλὰ ἄνωθεν. ἦν γὰρ πνευματική, ὡς καὶ ὁ Ἰησοῦς ἡμῶν, ἐφανερώθη δὲ ἐπ’ ἐσχάτων τῶν ἡμερῶν, ἵνα ἡμᾶς σώσῃ.