Ancient Greek
EPISTULA PRIOR BEATI CLEMENTIS DISCIPULI PETRI APOSTOLI., Chapter 11
Clemens Romanus, Epistulae de virginitate [Sp.] 11.10
Not analysed yet
10. πλὴν εἰ εἴληφας χάρισμα πνευματικὸν καὶ λόγον σοφίας ἢ γνώσεως ἢ διδασκαλίας ἢ προφητείας ἢ διακονίας, εὐλογητὸς ὁ θεὸς ὁ πάμπλουτος, ὁ θεὸς ὁ διδοὺς πᾶσιν ἀνθρώποις καὶ μὴ ὀνειδίζων . . . χάρισμα ἔχεις παρὰ κυρίου, διακόνησον τοῖς πνευματικοῖς, τοῖς γινώσκουσιν, ὅτι ἃ λέγεις κυρίου ἐστίν, εἰς οἰκοδομὴν τῆς ἐν Χριστῷ ἀδελφότητος, ἐν πάσῃ ταπεινοφροσύνῃ καὶ πραότητι, ὅπερ ἐστὶν καλὸν καὶ ὠφέλιμον τοῖς ἀνθρώποις.