Ancient Greek · ~2 min
EPISTULA PRIOR BEATI CLEMENTIS DISCIPULI PETRI APOSTOLI., Chapter 7
Clemens Romanus, Epistulae de virginitate [Sp.] 7.1
Not analysed yet
VII. Οἱ τοῦ Χριστοῦ μιμη ταὶ δυνατῶς μιμοῦνται αὐτόν. οὕτω γὰρ ἀγωνιζόμενοι δυνηθήσεσθε ἐν ἀληθείᾳ ἐν ἑαυτοῖς ἐμμορφώσασθαι τὴν εἰκόνα τοῦ Χριστοῦ ἐν πᾶσιν, ἐν βίῳ, ἐν ἀναστροφῇ, ἐν προθέσει, ἐν λόγῳ, ἐν ἔργῳ, ἐν ὑπομονῇ, ἐν ἀνδρείᾳ, ἐν φρονήσει, ἐν σωφροσύνῃ, ἐν δικαιοσύνῃ, ἐν μακροθυμίᾳ, ἐν ἀνεξικακίᾳ, ἐν εὐσεβείᾳ, ἐν ὁσιότητι, ἐν ἐγκρατείᾳ, ἐν πίστει, ἐν ἐλπίδι, ἐν ἀγάπῃ τελειοτάτῃ πρὸς θεόν.