Ancient Greek · ~2 min
EPISTULA PRIOR BEATI CLEMENTIS DISCIPULI PETRI APOSTOLI., Chapter 8
Clemens Romanus, Epistulae de virginitate [Sp.] 8.4
Not analysed yet
4. ταῦτα καὶ τὰ τούτοις ὅμοια ὅστις ἔχει ἐν ἑαυτῷ, σαρκικός ἐστι καὶ υἱὸς τοῦ ἐναντίου. τὸ γὰρ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστι, καὶ ὁ ἐκ τῆς γῆς ὢν τὰ τῆς γῆς λαλεῖ, τὰ τῆς γῆς ἔργα φρονῶν. τὸ γὰρ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς θεόν ἐστιν· τῷ γὰρ νόμῳ τοῦ θεοῦ οὐχ ὑποτάσσεται, οὐδὲ γὰρ δύναται. καὶ ἐν τῷ τοιούτῳ οὐκ οἰκεῖ τὸ πνεῦμα τοῦ θεοῦ·