# Ἐπιστολὴ Κλήμεντος πρὸς Ἰάκωβον 10

Clemens Romanus, Ἐπιστολὴ Κλήμεντος πρὸς Ἰάκωβον, Section 10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-2/10

Οἱ πράγματα ἔχοντες ἀδελφοὶ ἐπὶ τῶν ἐξουσιῶν μὴ κρινέσθωσαν, ἀλλ᾽ ὑπὸ τῶν τῆς ἐκκλησίας πρεσβυτέρων συμβιβαζέσθωσαν παντὶ τρόπῳ, ἑτοίμως αὐτοῖς πειθόμενοι. πλὴν καὶ τὴν πλεονεξίαν οὕτως φεύγετε, ὡς προφάσει προσκαίρου κέρδους ἀπὸ τῶν αἰωνίων ἀγαθῶν ζημιοῦν δυναμένην· ζυγά, μέτρα, σταθμία, τὰ τῶν ῥοπῶν δίκαια ἐπιμελῶς φυλάσσετε, πρὸς τὰς παρακαταθήκας εὐγνωμονεῖτε. πλὴν ταῦτα καὶ τὰ τούτοις παραπλήσια μέχρι τέλους ποιεῖν ὑπομενεῖτε, ἐὰν ἀχώριστον μνήμην περὶ τῆς ἐκ Θεοῦ γινομένης κρίσεως ἐν ταῖς καρδίαις ἔχητε. τίς γὰρ ἂν ἁμαρτήσῃ, πεπληροφορημένος ὅτι ἐκ Θεοῦ δικαίου, τοῦ νῦν μόνου μακροθύμου καὶ ἀγαθοῦ, ἐπὶ τῇ τοῦ βίου συντελείᾳ γενέσθαι ὡρίσθη κρίσις, ἴνα οἱ ἀγαθοὶ τοῦ λοιποῦ τῶν ἀποῤῥήτων ἀγαθῶν ἀϊδίως ἀπολαύσωσιν, οἱ δὲ ἁμαρτωλοὶ εὑρεθέντες ὡς κακοὶ ἀποῤῥήτου κολάσεως τεύξωνται τὸν αἰῶνα. καὶ ταῦτα μὲν ὅτως ἔχειν, εἰ μὴ ὁ τῆς ἀληθείας προφήτης ἐνόρκως εἰρήκει ἔσεσθαι, τάχα ἄν εὔλογον ἦν ἀμφιβάλλειν.

---

Clemens Romanus, Ἐπιστολὴ Κλήμεντος πρὸς Ἰάκωβον, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg005.local001/.
