# Ἐπιστολὴ Κλήμεντος πρὸς Ἰάκωβον 12

Clemens Romanus, Ἐπιστολὴ Κλήμεντος πρὸς Ἰάκωβον, Section 12. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-2/12

Οἱ μὲν οὖν τῆς ἐκκλησίας διάκονοι τοῦ ἐπισκόπου συνετῶς ῥεμβόμενοι ἔστωσαν ὀφθαλμοί, ἑκάστου τῆς ἐκκλησίας πολυπραγμονοῦντες τὰς πράξεις, τίς μέλλει ἁμαρτάνειν, ἵνα νοθεσίᾳ καταληφθεὶς ὑπὸ τοῦ προκαθεζομένου τάχα ἐ μὴ τελεύσῃ τὸ ἁμάρτημα τοὺς λειποτάκτας ἐπιστρεφέτωσαν, τοῦ μὴ ἐπιλείπειν τοὺς συνερχομένες τῶν λόγων ἐπακούειν, ὅπως τὰς ἑκάστοτε τῇ καρδίᾳ προσπιπτέσας ἀθυμίας ἔκ τε βιωτικῶν συμπτώσεων καὶ ὁμιλιῶν κακῶν λόγια ἀληθείας καθαίρεσθαι δύνωνται· ἐπεὶ γὰρ ἂν χρόνῳ πολλῷ χερσεύσωσιν, πυρὸς ἔργον γίνονται. τοὺς δὲ καὶ κατὰ σάρκα νοσοῦντας μανθανέτωσαν καὶ τῷ ἀγνοοῦντι πλήθει προσαντιβαλλέτωσαν, ἵνα ἐπιφαίνωνται, καὶ τὰ δέοντα ἐπὶ τῇ τοῦ προκαθεζομένου γνώμῃ παρεχέτωσαν. τοῦτο δὲ κᾄν λάθρα αὐτοῦ ποιῶσιν, οὐχ ἁμαρτάνουσιν. ταῦτα μὲν καὶ τὰ τούτοις ὅμοια οἱ διάκονοι προνοήτωσαν.

---

Clemens Romanus, Ἐπιστολὴ Κλήμεντος πρὸς Ἰάκωβον, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg005.local001/.
