# Ἐπιστολὴ Κλήμεντος πρὸς Ἰάκωβον 15

Clemens Romanus, Ἐπιστολὴ Κλήμεντος πρὸς Ἰάκωβον, Section 15. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-2/15

Εὐσταθήτωσαν οὗν οἱ ἐπιβάται ἑδραῖοι ἐπὶ τῶν ἰδίων καθεζόμενοι τόπων, ἵνα μὴ τῇ ἀταξίᾳ σεισμὸν ἥ ἑτεροκλινίαν παρέχωσιν. οἱ ναυστολόγοι τοὺς μισθοὺς ὑπομιμνησκέτωσαν. οἱ διάκονοι μηδὲν ἀμελήτωσαν ὧν ἐπιστεύθησαν, οἱ πρεσβύτεροι ὥσπερ ναῦται καταρτιζέτωσαν ἐπιμελῶς τὰ χρήζοντα ἑκάστῳ. ὁ ἐπίσκοπος ὡς πρωρεὺς ἐγρηγορὼς τοῦ κυβερνήτου μόνου τοὺς λόγους ἀντιβαλλέτω. ὁ Χριστός, ὁ σωτήρ, κυβερνήτης φιλείσθω, καὶ μόνος περὶ ὧν λέγει πιστευέσθω. οἱ δὲ πάντες τῷ Θεῷ περὶ τοῦ οὐρίᾳ πλέειν προσευχέσθωσαν. οἱ πλέοντες πᾶσαν θλῖψιν προσδοκάτωσαν, ὡς μέγα καὶ ταραχώδη βυθὸν παραπλέοντες, τὸν κόσμον· ὁτὲ μὲν ἀθυμοῦντες, διωκόμενοι, σκορπιζόμενοι, πεινῶντες, διψῶντες, γυμνητεύοντες, στενοχωρούμενοι· καὶ πάλιν ὁτὲ μὲν ἑνούμενοι, συναλιζόμενοι, ἡσυχάζοντες· ἀλλὰ καὶ ναυτιῶντες, ἰλιγγιῶντες, ἀπεμῶντες, τουτέστιν ἐξομολογούμενοι τὰ παραπτώματα ὥσπερ νοσοποιοὺς χολάς, τὰς ἐκ πικρίας ἁμαρτίας λέγω καὶ τὰ ἐξ ἐπιθυμιῶν ἀτάκτων σωρευθέντα κακά, ἅτινα τῷ ὁμολογῆσαι ὥσπερ ἀπεμήσαντες κουφίζεσθε τῆς νόσου , προσιέμενοι τὴν ἐκ τῆς ἐπιμελείας σωτήριον ὑγείαν.

---

Clemens Romanus, Ἐπιστολὴ Κλήμεντος πρὸς Ἰάκωβον, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg005.local001/.
