# Ἐπιστολὴ Κλήμεντος πρὸς Ἰάκωβον 2

Clemens Romanus, Ἐπιστολὴ Κλήμεντος πρὸς Ἰάκωβον, Section 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-2/2

Πρὸς αὐταῖς δὲ ταῖς ἡμέραις αἷς ἤμελλεν τελευτᾷν, συνηθροισμένων τῶν ἀδελφῶν, αἰφνιδίως λαβόμενός μου τῆς χειρὸς ἐγερθεὶς ἐπὶ τῆς ἐκκλησίας ἔφη· ἀκούσατέ μου ἀδελφοὶ καὶ σύνδουλοι· ἐπεὶ, ὡς ἐδιδάχθην ἀπὸ τοῦ με ἀποστείλαντος κυρίου τε καὶ διδασκάλου Ἰησοῦ Χριστοῦ, αἱ τοῦ θανάτου μου ἠγγίκασιν ἡμέραι, Κλήμεντα τοῦτον ἐπίσκοπον ὑμῖν χειροτονῶ, ᾧ τὴν ἐμὴν τῶν λόγων πιστεύω καθέδραν, τῷ ἀπ᾽ ἀρχῆς μοι μέχρι τοῦ τέλες συνοδεύσαντι καὶ οὕτως πασῶν μου τῶν ὁμιλιῶν ἐπακούσαντι· συνελῶν ἐρῶ, ὅς ἐν πᾶσι πειρασμοῖς με κοινωνήσας τῇ πίστει προσκαρτερῶν εὑρέθη· ὃν πλείω πάντων πεπείραμαι θεοσεβῆ, φιλάνθρωπον, ἁγνόν, πολυμαθῆ, σώφρονα, ἀγαθὸν, δίκαιον , μακρόθυμον, καὶ γενναίως εἰδότα φέρειν τὰς ἐνίων τῶν κατηχουμένων ἀχαριστίας. διὸ αὐτῷ μεταδίδωμι τὴν ἐξουσίαν τοῦ δεσμεύειν καὶ λύειν, ἵνα περὶ παντὸς οὗ ἄν χειροτονήσῃ ἐπὶ γῆς ἔσται δεδογματισμένον ἐν οὐρανοῖς. δήσει γὰρ ὃ δεῖ δεθῆναι, καὶ λύσει ὅ δεῖ λυθῆναι, ὡς τὸν τῆς ἐκκλησίας εἰδὼς κανόνα. αὐτοῦ οὖν ἀκούσατε, ὡς γνόντες ὅτι ὁ τῆς ἀληθείας προκαθεζόμενον λυπῶν εἰς Χριστὸν ἁμαρτάνει καὶ τὸν πατέρα τῶν ὅλων παροργίζει· οὗ εἵνεκεν οὐ ζήσεται. καὶ αὐτὸν οὖν δεῖ τὸν προκαθεζόμενον ἰατροῦ τόπον ἐπέχειν, οὐ θηρίου ἀλόγου θυμὸν ἔχειν.

---

Clemens Romanus, Ἐπιστολὴ Κλήμεντος πρὸς Ἰάκωβον, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg005.local001/.
