# Ἐπιστολὴ Κλήμεντος πρὸς Ἰάκωβον 3

Clemens Romanus, Ἐπιστολὴ Κλήμεντος πρὸς Ἰάκωβον, Section 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-2/3

Αὐτοῦ ταῦτα λέγοντος ἐγὼ προσπεσὼν ἐπιδεόμην αὐτοῦ, παραιτούμενος τὴν τῆς καθέδρας τιμήν τε καὶ ἐξουσίαν. ὁ δ᾽ ἀπεκρίνατο· περὶ τούτου μή με ἀξίου· τοῦτο γὰρ γενέσθαι δέδοκταί μοι, καὶ ταύτῃ μᾶλλον εἰ παραιτῇ· ὅτι ἡ τοιαύτη καθέδρα οὐ φιλοκαθεδροῦντος τολμηροῦ χρείαν ἔχει, ἀλλ᾽ εὐλαβοῦς τὸν τρόπον καὶ πολυμαθοῦς τὸν λόγον. δὸς δὲ τὸν κρείττονα, ὅς ἐμοί σου πλεῖον συνώδευσεν καὶ τῶν λόγων ἐπήκουσεν καὶ τὴν διοίκησιν τῆς ἐκκλησίας ἐκμεμάθηκεν, καὶ ἐκ ἀναγκάσω σε καλῶς ποιεῖν οὐ θέλοντα· ἀλλ᾽ οὐ δυνήσει νῦν τόν σου κρείττονα παρασχεῖν· σὺ γὰρ δἰ ἐμοῦ τῶν σωζομένων ἐθνῶν εἶ κρείττων ἀπαρχή· πλὴν καὶ τὸ ἕτερον λόγισαι, ὅτι εἰ τὸν κίνδυνον τῆς ἁμαρτίας φοβούμενος οὐκ ἀναδέχῃ τῆς ἐκκλησίας τὴν διοίκησιν, σὺ ἴσθι εἰδὼς ὅτι πλεῖον ἁμαρτάνεις , ὅστις τοῖς θεοσεβέσιν ὥσπερ πλέουσιν καὶ κινδυνεύουσιν βοηθεῖν δυνάμενος οὐ θέλεις, διασκοπῶν μόνον τὸ ἴδιον καὶ οὐ τὸ κοινῇ πᾶσι συμφέρον. ὅτι δὲ τὸν κίνδυνον πάντως ἀναδέξασθαί σε δεῖ, ἐμοῦ τοῦτο ἀξιοῦν μὴ παυομένου εἰς τὴν τῶν πάντων βοήθειαν, ὀρθῶς ἐπίστασαι. ὅσω ἐν μοι ταχύτερον συνευδοκήσεις, τοσοῦτόν με τῆς ἀθυμίας κουφίσεις.

---

Clemens Romanus, Ἐπιστολὴ Κλήμεντος πρὸς Ἰάκωβον, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg005.local001/.
