# Ἐπιστολὴ Κλήμεντος πρὸς Ἰάκωβον 4

Clemens Romanus, Ἐπιστολὴ Κλήμεντος πρὸς Ἰάκωβον, Section 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-2/4

Οἶδα δὲ καὶ αὐτὸς, ὦ Κλήμης, λύπας καὶ ἀθυμίας καὶ κινδύνους καὶ ψόγους τοὺς ἐξ ἀπαιδεύτων ὄχλων σοι δωρέμενος, οὕς δυνήσῃ γενναίως φέρειν, ἐνορῶν τῆς ὑπομονῆς τὸν ἐκ Θεοῦ σοι μέγαν ἀποδιδόμενον μισθόν. ἀλλὰ καὶ δικαίως συνενθυμήθητί μοι, πότε σου τῆς ξυμμαχίας χρείαν ἔχει ὁ Χριστός, νῦν ὅτε ὁ πονηρὸς κατὰ τῆς αὐτοῦ νύμφης νικήσας βασιλεύσει πόλεμον ἤρατο, ἢ εἰς τὸν ἐπιόντα χρόνον, ὅτε μηδεμιᾶς τοῦ λοιποῦ χρείαν ἔχων βοηθείας; οὐχὶ καὶ τῷ βραχὺ νοῦν ἔχοντι δῆλον, ὅτι νῦν; πάσῃ οὖν προαιρέσει ἐν τῷ τῆς παρούσης ἀνάγκης χρόνῳ τάχυνον ξυμμαχῆσαι βασιλεῖ ἀγαθῷ, μισθοὺς μεγάλους μετὰ νίκην ἀποδιδόναι πεφυκότι. χαίρων οὖν ἐπισκόπησον, εὐκαίρως ταύτῃ μᾶλλον, ὡς διοίκησιν ἐκκλησίας παρ᾽ ἐμοῦ μεμαθηκώς, εἰς τὴν τῶν ἡμῖν προσφευγόντων ἀδελφῶν σωτηρίαν.

---

Clemens Romanus, Ἐπιστολὴ Κλήμεντος πρὸς Ἰάκωβον, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg005.local001/.
