# Ἐπιστολὴ Κλήμεντος πρὸς Ἰάκωβον 9

Clemens Romanus, Ἐπιστολὴ Κλήμεντος πρὸς Ἰάκωβον, Section 9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-2/9

Οἶδα δὲ ταῦτα ποιήσειν ὑμᾶς, ἐὰν ἀγάπην εἰς τὸν ὑμέτερον ἱδρύσητε νοῦν. πρὸς δὲ τὴν αὐτῆς εἴσοδον μία τίς ἐστιν ἱκανὴ πρόφασις, κοινὴ τῶν ἁλῶν μετάληψις. διὸ σπεδάζετε πυκνότερον συνέστιοι ἀλλήλων γίνεσθαι, ὡς δύνασθε, ὅπως αὐτὴν μὴ ἀπεμπολήσητε αἰτία γάρ ἐστιν τῆς εὐποιΐας, ἡ δὲ εὐποιΐα τῆς σωτηρίας. κοινὲς οὖν πάντες πᾶσιν τοῖς κατὰ Θεὸν ἀδελφοῖς τοὺς ἑαυτῶν παρέχετε βίους, εἰδότες ὅτι πρόσκαιρα δωρούμενοι αἰώνια λήψεσθε. πολλῷ μᾶλλον πεινῶντας τρέφετε, καὶ διψῶσι παρέχετε ποτόν, γυμνοῖς ἔνδυμα, τοὺς νοσοῦντας ἐπισκέπτεσθε, τοῖς ἐν φυλακαῖς ἐπιφαινόμενοι ὡς δύνασθε βοηθεῖτε, τοὺς ξένους μετὰ πάσης προθυμίας εἰς τοὺς ἑαυτῶν οἴκους λαμβάνετε. πλὴν ἵνα μὴ τὸ κατ᾽ εἶδος λέγω, πᾶν καλὸν ἡ φιλανθρωπία ὑμᾶς ποιεῖν διδάξει, ὥσπερ ἡ μισανθρωπία τοῖς μὴ βουλομένοις σώζεσθαι τὴν κακοπραξίαν ὑποδείκνυσιν.

---

Clemens Romanus, Ἐπιστολὴ Κλήμεντος πρὸς Ἰάκωβον, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg005.local001/.
