Ancient Greek
Chapter 1
Clemens Romanus, Ὁμίλαι 1.1
Not analysed yet
Ἐγὼ Κλήμης, Ρωμαίων πολίτης ὥν, καὶ τὴν πρώτην ἡλικίαν σωφρόνως ζῆσαι δεδύνημαι, τῆς ἐννοίας μου οὐκ παιδὸς ἀποσχολούσης τὴν ἐν ἐμοὶ ἐπιθυμίαν εἴς τε ἀθυμίας καὶ πόνους. συνῆν γάρ μοι λογισμὸς οὐκ οἶδα πόθεν τὴν ἀρχὴν λαβών, περὶ θανάτου πυκνὰς ποιέμενος ὑπομνήσεις, ὅτι ἄρα θανὼν ἐκ εἰμὶ καὶ ἐδὲ μνήμην τις ποιήσει μού ποτε, τοῦ ἀπείρου χρόνου πάντων τὰ πάντα εἰς λήθην φέροντος, ἔσομαι δὲ ἐκ ὤν, ἐκ ὄντας εἰδώς, οὐ γνώσκων, οὐ γινωσκόμενος, οὐ γεγονώς ,οὐ γινόμενος καὶ ἆρά ποτε γέγονεν ὁ κόσμος, καὶ πρὸ τοῦ γενέσθαι τί ἄρα ἦν; εἰ γὰρ ἦν ἀεὶ, καὶ ἔσται· εἰ δὲ γέγονε, καὶ λυθήσεται· καὶ μετὰ λύσιν τί ἄρα ἔσται πάλιν, εἰ μὴ τάχα σιγὴ καὶ λήθη ; καὶ τάχα ἔσται τι, ὅ νῦν νοῆσαι οὐ δυνατόν.