Ancient Greek
Chapter 1
Clemens Romanus, Ὁμίλαι 1.12
Not analysed yet
Τοῦτο δὲ τὸ ἀδίκως γινόμενον κατὰ τῶν ἐμῶν κηρύκων ἀπ᾽ ἀρχῆς ἄν εἰς πάντας ἐγίνετο, εἴπερ ἀπ᾽ ἀρχῆς εἰς σωτηρίαν ἐκαλοῦντο οἱ ἀνάξιοι. τὸ γὰρ νῦν γινόμενον ὑπ᾽ αὐτῶν ἀδίκως εἰς ἀπολογίαν τῆς ἐμῆς δικαίας γίνεται προνοίας, ὅτι καλῶς τὸν τιμῆς ἄξιον λόγον ἀπ᾽ ἀρχῆς δημοσίᾳ εἰς ὕβριν θεῖναι οὐκ ἐβηλήθην ἀνωφελῶς, ἀλλὰ σιγᾶσθαι αὐτὸν ὡς τίμιον ἐβουλευσάμην, οὐκ ἀπὸ τῶν ἀπ᾽ ἀρχῆς ἀξίων, οἷς καὶ μετέδωκα, ἀλλ᾽ ἀπὸ τούτων καὶ τῶν τοιούτων, ὡς ὁρᾶτε, ἀναξίων, τῶν ἐμὲ μισούντων καὶ ἑαυτοὺς φιλεῖν μὴ βουλομένων. καὶ νῦν γε παρέντες γελᾷν τὸν ἄνδρα τοῦτον ἐμοῦ πρὸς τὸ τούτου ἐπάγγελμα πυνθάνεσθε, ἢ πυνθανομένων ὁ βουλόμενος ἀποκρινάσθω. καὶ ὡς ἀσελγεῖς κύνες ὑλάκτετε, ψόφῳ ἀτάκτῳ μύοντες τῶν σώζεσθαι θελόντων τὰς ἀκοάς, ἄδικοι καὶ θεοστυγεῖς, καὶ τὸν σώζοντα λογισμὸν εἰς ἀπιστίαν ἀποσχολοῦντες. πῶς συγγνώμης τυχεῖν δυνήσεσθε, τὸν τὴν θεότητα τοῦ Θεοῦ ἐπαγγελλόμενον ὑμῖν εἰπεῖν ὑβρίζοντες, καὶ ταῦτα ἄνθρωπον ὅν ἐχρῆν, εἰ καὶ μηδὲν ἀληθεύοντα, διὰ τὴν ἀγαθὴν αὐτοῦ πρὸς ὑμᾶς ἀποδέξασθαι προαίρεσιν;