# Ὁμίλαι 1.13

Clemens Romanus, Ὁμίλαι, Chapter 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-4/1.13

Ταῦτά μου λέγοντος καὶ τὰ τούτοις ἀκόλουθα, πολὺς τῶν ὄχλων ἐγίνετο θρύλλος. καὶ οἱ μὲν ὡς τὸν Βαρνάβαν ἐλεοῦντες συνήραντό μοι οἱ δὲ ἠλίθιοι ὄντες δεινῶς κατ᾽ ἐμοῦ ἔβρυχον τοὺς ὀδόντας. ἐπεὶ δὲ ἤδη ποτὲ ἑσπέρα κατειλήφει, τῆς χειρὸς λαβὼν τὸν Βαρνάβαν, μὴ θέλοντα, βίᾳ εἰς τὴν ἐμὴν ἦγον οἰκίαν, ἔνθα καὶ μένειν αὐτὸν ἐποίησα, ἵνα μή τις αὐτῷ χεῖρας ἐπιβάλῃ. καὶ ἡμερῶν ὀλίγων διατρίψας, καὶ τοῦ ἀληθοῦς λόγου βραχέα κατηχήσας με ὀλίγον, ὡς ἐν ὀλίγαις ἡμέραις σπεύδειν ἔλεγεν εἰς Ἰουδαίαν τῆς κατὰ τὴν θρησκείαν ἑορτῆς χάριν, καὶ τοῦ λοιποῦ τοῖς ἑαυτοῦ ὁμοεθνέσιν συνεῖναι θέλων.

---

Clemens Romanus, Ὁμίλαι, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg006.local001/.
