# Ὁμίλαι 1.14

Clemens Romanus, Ὁμίλαι, Chapter 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-4/1.14

Φανερὸς δ᾽ ἦν μοι ἀποναρκήσας. ἐμοῦ γὰρ εἰπόντος· σύ μοι μόνον τοὺς τοῦ φανέντος ἀνδρὸς οὕς ἥκουσας ἐκτίθου λόγους, κἀγὼ τῷ ἐμῷ κοσμήσας λόγῳ τοῦ Θεοῦ κηρύξω τὴν βούλησιν, καὶ εἶθ’ οὕτως ἐντὸς ὀλίγων ἡμερῶν συμπλεύσω σοι· λίαν γὰρ ποθῶ ἐπὶ τὸν τῆς Ἰουδαίας γενέσθαι τόπον· τάχα δὲ καὶ συνοικήσω ὑμῖν τὸν πάντα μου τῆς ζωῆς βίον· ὁ δὲ ταῦτα ἀκούσας ἀπεκρίνατο· σὺ εἰ μὲν ἱστορῆσαι τὰ ἡμέτερα καὶ μαθεῖν τὸ συμφέρον θέλεις, ἐξ αὐτῆς μοι σύμπλευσον· ἐπεί γε τὰ σημεῖα τῆς οἰκήσεώς μου καὶ ὧν θέλεις ἐγώ σοι σήμερον ἐρῶ, ἵνα ὅτε βούλει ἐλθὼν ἐπιστῇς ἡμῖν· ἐγὼ γὰρ αὔριον πορεύσομαι ἐπὶ τὰ ἐμαυτοῦ. καὶ δὴ ἀδυσώπητον ἰδὼν συνῆλθον αὐτῷ μέχρι τοῦ λιμένος· καὶ μαθὼν παρ᾽ αὐτοῦ ἅπερ ἔλεγε σημεῖα τῶν οἰκήσεων, ἔφην αὐτῷ· εἰ μὴ ὅτι αὔριόν τι ἀπαιτῶ ὀφειλόμενόν μοι, ἐξ αὐτῆς ἄν σοι συνέπλεον· πλὴν τάχιόν σε καταλήψομαι. καὶ ταῦτα εἰπών, παραθέμενος αὐτὸν τοῖς τοῦ πλοίου ἡγουμένοις ὑπέστρεφον λυπούμενος, μεμνημένος τοῦ καλοῦ καὶ συνήθους φίλου.

---

Clemens Romanus, Ὁμίλαι, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg006.local001/.
