Ancient Greek
Chapter 1
Clemens Romanus, Ὁμίλαι 1.16
Not analysed yet
Ὁ δὲ ἀγαθὸς προσπηδήσας ἅμα τῷ ἀκοῦσαι τὸ ὄνομα κατεφίλησεν, καὶ καθισθῆναί με ποιήσας ἐξ αὐτῆς ἔφη· καλῶς ἐποίησας τὸν τῆς ἀληθείας κήρυκα ξενίσας Βαρνάβαν, εἰς τιμὴν τοῦ ὄντος Θεοῦ, μεγαλοφρόνως, ἐκ αἰδεσθείς, οὐ φοβηθεὶς τὸν τῶν ἀπαιδεύτων ὄχλων θυμόν. μακάριος ἔσῃ. ὡς γὰρ σὺ τὸν τῆς ἀληθείας πρεσβευτὴν οὕτω ἐξένισας πάσῃ τιμῇ, καὶ αὐτή σε ἡ ἀλήθεια ξένον ὄντα τῆς ἰδίας πόλεως καταστήσει πολίτην· καὶ τότε χαρήσῃ μεγάλως, ὅτι βραχεῖαν νῦν δανείσας χάριν, προαίρεσιν λόγων καλῶν λέγων, ἀϊδίων καὶ ἀναφαιρέτων ἀγαθῶν ἔσῃ κληρονόμος. καὶ μὴ κάμνε ἀντιβάλλειν μοι τὸ σὸν ἦθος· πάντα γὰρ τὰ κατά σε ὁ ἀψευδὴς ἡμῖν ἀντέβαλεν Βαρνάβας, σχεδὸν καθ᾽ ἡμέραν τὴν ἀγαθὴν ποιούμενος μνήμην. καὶ ἵνα σοι ἐν ἐπιτομῇ ὡς γνησίῳ τὸ προκείμενον ἐρῶ, εἰ μὴ σοί τι ἐμποδίζει, συνόδευσον ἡμῖν, μεταλαμβάνων τὸν τῆς ἀληθείας λόγον, ὅν κατὰ πόλιν ποιεῖσθαι μέλλω, μέχρι Ῥώμης αὐτῆς. καὶ σὺ δὲ εἴ τι βούλει λέγε.