Ancient Greek
Chapter 1
Clemens Romanus, Ὁμίλαι 1.18
Not analysed yet
Ἡ τοῦ Θεοῦ βουλὴ ἐν ἀδήλῳ γέγονε κατὰ πολλοὺς τρόπους. τὰ μὲν πρῶτα εἰσαγωγὴ κακὴ ,συντροφία πονηρὰ, συνήθεια δεινὴ, ὁμιλία οὐ καλὴ, πρόληψις οὐκ ὀρθὴ, διὰ ταῦτα πλάνη· εἶτα ἀφοβία, ἀπιστία, πορνεία, φιλαργυρία, κενοδοξία, καὶ ἄλλα τοιαῦτα μυρία κακὰ, ὥσπερ καπνοῦ πλῆθος, ὡς ἕνα οἶκον οἰκοῦντα τὸν κόσμον, τῶν ἔνδοθεν οἰκούντων ἀνδρῶν ἐπεθόλωσαν τὰς ὁράσεις ,καὶ οὐκ εἴασαν ἀναβλέψαντας ἐκ τῆς διαγραφῆς τὸν δημιουργὸν συγκατανοῆσαι Θεὸν, καὶ τὸ τούτῳ δοκοῦν γνωρίσαι. διὸ τοὺς φιλαλήθεις ἔσωθεν χρὴ ἐκ στέρνων βοήσαντας ἐπικουρίαν προσκαλέσασθαι, φιλαληθεῖ λογισμῷ, ἵνα τις ἐντὸς ὢν τοῦ οἴκου τοῦ πεπλησμένου καπνοῦ, προσιὼν ἀνοίξῃ θύραν, ὅπως δυνηθῇ τὸ μὲν ἐκτὸς τοῦ ἡλίου φῶς εἰσκριθῆναι τῷ οἴκῳ, ὁ δὲ ἐντὸς τοῦ πυρὸς ὣν ἐκβληθῆναι καπνός. XIX.