# Ὁμίλαι 1.19

Clemens Romanus, Ὁμίλαι, Chapter 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-4/1.19

Τὸν μὲν οὖν βοηθὸν ἄνδρα τὸν ἀληθῆ προφήτην λέγω, ὅς μόνος φωτίσαι ψυχὰς ἀνθρώπων δύναται, ὥτ᾽ ἄν αὐτοῖς ὀφθαλμοῖς δυνηθῆναι ἡμᾶς ἐνιδεῖν τῆς αἰωνίου σωτηρίας τὴν ὁδόν. ἄλλως δὲ ἀδύνατον, ὡς οἶσθα καὶ σὺ μικρῷ τάχιον εἰπών, ὡς πᾶσα ὑπόθεσις ἀνασκευάζεται καὶ κατασκευάζεται, καὶ πρὸς τὴν τοῦ ἐκδικοῦντος δύναμιν ἡ αὐτὴ ἀληθὴς καὶ ψευδὴς νομίζεται· ὡς μηκέτι τὰς ὑποθέσεις φαίνεσθαι ὅ εἰσιν, ἀλλὰ παρὰ τοὺς ἐκδικοῦντας φαντασίαν λαμβάνειν τοῦ εἶναι ἢ μὴ εἶναι ἀληθεῖς ἢ ψευδεῖς. τούτου εἵνεκεν προφήτου ἀληθοῦς ὅλον τὸ τῆς εὐσεβείας ἐδεήθη πρᾶγμα, ἵνα ἡμῖν ἐρῇ τὰ ὄντα ὥς ἐςιν, καὶ ὡς δεῖ περὶ πάντων πιςεύειν. ὥστε πρῶτον χρὴ τὸν προφήτην πάσῃ τῇ προφητικῇ ἐξετάσει δοκιμάσαντα καὶ ἐπιγνόντα ἀληθῆ, τοῦ λοιποῦ τὰ πάντα αὐτῷ πιστεύειν, καὶ μηκέτι τὸ καθ᾽ ἓν ἕκαστον τῶν ὑπ᾽ αὐτοῦ λεγομένων ἀνακρίνειν, ἀλλὰ λαμβάνειν αὐτὰ βέβαια ὄντα, δοκούσῃ μὲν πίστει, ληφθέντα δὲ ἀσφαλεῖ κρίσει· ἀποδείξει γὰρ μιᾷ τῇ ἀπαρχῆς καὶ ἀκριβεῖ ἐξετάσει τῇ πανταχόθεν τὰ ὅλα ὀρθῷ εἴληπται λογισμῷ. διὸ πρὸ πάντων τὸν ἀληθῆ προφήτην ζητεῖν δεῖ, ὅτι ἄνευ τούτου βέβαιόν τι προσεἶναι ἀνθρώποις ἀδύνατον.

---

Clemens Romanus, Ὁμίλαι, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg006.local001/.
