Ancient Greek
Chapter 1
Clemens Romanus, Ὁμίλαι 1.20
Not analysed yet
Καὶ ὁμῶς ἀνέπαυσέν με, ἐκθέμενός μοι τίς ἐστιν καὶ πῶς εὑρίσκεται, καὶ ἀληθῶς εὑρετόν μοι παρασχὼν αὐτόν, τῶν παρὰ ὀφθαλμοῖς ὁρωμένων ἐμφανεστέραν τῇ τοῦ προφήτου ὁμιλίᾳ τοῖς ὠσὶν δείξας τὴν ἀλήθειαν, ὡς ἐκπλαγέντα με θαυμάζειν, πῶς τῶν πᾶσι ζητουμένων ἔμπροσθεν κειμένων ἐδεὶς ἐνορᾷ. πλὴν γράψας τὸν περὶ προφήτου λόγον, αὐτοῦ κελεύσαντος, ἀπὸ τῆς Καισαρείας Στράτωνος διαπεμφθῆναί σοι ἐποίησεν τὸν τόμον, παρά σου ἐντολὴν ἔχειν εἰπὼν, τὰς καθ᾽ ἕκαστον ἐνιαυτὸν ὁμιλίας τε καὶ πράξεις γράφοντα διαπέμπειν σοι. ὅμως ἐν μιᾷ τῇ πρώτῃ ἡμέρᾳ ἀρχὴν ἤδη μόνον ποιούμενος περὶ τοῦ τῆς ἀληθείας προφήτου, περὶ πάντων με ἐπληροφόρησεν. καὶ εἶθ’ οὕτως ἔφη ἐνόρα τοῦ λοιποῦ τὰς ἐξ ἐμοῦ πρὸς τοὺς ἐξ ἐναντίας γινομένας ζητήσεις καὶ εἰ τὸ ἧττον ἀπενέγκωμαι, οὐ δέδια μή πως σὺ περὶ τῆς παραδοθείσης σοι ἀληθείας διακριθῇς, εὖ εἰδὼς ὅτι ἐγὼ ἡττᾶσθαι ἔδοξα, οὐχὶ ἡ ὑπόθεσις ἡ διὰ τοῦ προφήτου παραδοθεῖσα ἡμῖν. πλὴν ἐλπίζω μηδὲ ἐν τῷ ἐξεταστικῷ λόγῳ τὸ ἧττον ἀπενέγκασθαι πρὸς τοὺς νοῦν ἔχοντας, φιλαληθεῖς λέγω, οἵτινες δύνανται γνωρίζειν τῶν λόγων τίνες εἰσὶ πιθανοί, ἔντεχνοί τε καὶ ἐπιτερπεῖς, τίνες τε λιτοὶ καὶ ἁπλοῖ, μόνῃ τῇ δι᾽ αὐτῶν ἀληθείᾳ πεποιθότες.