# Ὁμίλαι 1.21

Clemens Romanus, Ὁμίλαι, Chapter 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-4/1.21

Ταῦτα αὐτοῦ εἰπόντος, ἀπεκρινάμην· ἥδη εὐχαριστῶ τῷ Θεῷ· ὡς γὰρ ἐβουλόμην πληροφορηθῆναι, οὕτως μοι καὶ παρέσχεν. πλὴν τὰ περὶ ἐμοῦ τοσοῦτον ἀμέριμνος ἴσθι, ὅτι οὐ πώποτε ἐνδοιάσω, τοσοῦτον, ὅσον εἰ καὶ αὐτὸς σὺ βουληθείης ποτὲ τῆς προφητικῆς ὑποθέσεως ἐκστῆσαί με, ἀδύνατον ἠδυνήσῃ, τοσοῦτον οἶδα ὅ παρείληφα. καὶ μή τοι νόμιζέ μέ σοι μέγα ἐπαγγέλλεσθαι, τοῦτο αὐτὸ τὸ μὴ ἐνδοιάσαι ποτέ· ἀλλ᾽ οὔτ᾽ αὐτὸς ἐγὼ, οὔτε τις ἀνθρώπων τὸν περὶ προφήτου λόγον ἐπακούσας ἐνδοιάσαι ποτὲ δυνήσεται περὶ τῆς ἀληθοῦς ὑποθέσεως, πρότερον ἐπακούσας καὶ νοήσας, τίς ἐστιν προφητικῆς ἐπαγγελίας ἀλήθεια. διὸ θάῤῥει τῷ θεοβουλήτῳ δόγματι πᾶσα γὰρ τέχνη κακίας νενίκηται. πρὸς γὰρ προφητείαν οὐδὲν δύνανται οὔτε τέχναι λόγων, οὔτε σοφισμάτων ἐπίνοιαι, οὐ συλλογισμοί, οὐκ ἄλλη τις μηχανή· ἐάν γε ὁ ἐπακούσας προφήτου ἀληθοῦς ἀληθείας ὄντως ὀρέγεται, καὶ οὐ προφάσει ἀληθείας ἕτερόν τι περιβλέπεται. ὥστε, κύριέ μου Πέτρε, μὴ ἀθύμει, ὡς ἀναισθήτῳ τὸ μέγιστον δωρησάμενος ἀγαθόν. αἰσθομένῳ γὰρ χάριτος ἐδώρησας, καὶ μὴ δυναμένῳ ἀπατηθῆναι ἀπὸ τοῦ δοθέντος ἀληθοῦς. οἶδα γὰρ ὅτι ἕν ἐστιν ὧν βούλεταί τις καὶ ταχέως λαβεῖν καὶ βραδέως μὴ τυχεῖν· οἶδα οὖν μὴ καταφρονεῖν τοῦ δοθέντος μοι, διὰ τὸ τάχος, ἀσυγκρίτου καὶ μόνου ἀσφαλοῦς.

---

Clemens Romanus, Ὁμίλαι, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg006.local001/.
