Ancient Greek
Chapter 1
Clemens Romanus, Ὁμίλαι 1.6
Not analysed yet
Καὶ ἵνα μή σοι τὰ τοιαῦτα μακρῷ διηγήσομαι λόγῳ, ἐν τοσούτοις λογισμοῖς καὶ πράγμασιν ὄντος μου φήμη τις ἠρέμα, ἐπὶ τῆς Τιβερίς Καίσαρος βασιλείας, ἐξ ἐαρινῆς τροπῆς τὴν ἀρχὴν λαμβάνεσα ἤυξανεν ἑκάστοτε καὶ ὡς ἀληθῶς ἀγαθὴ Θεοῦ ἄγγελος διήρχετο τὸν κόσμον, τὸ τοῦ Θεοῦ βούλημα σιγᾶν καὶ στέγειν μὴ δυναμένη. ἑκάστοτε τῶν πλείων καὶ μείζων ἐγένετο, λέγεσα, ὧς τίς ποτε ἐν Ιουδαίᾳ, ἐξ ἐαρινῆς τροπῆς λαβὼν τὴν ἀρχήν, Ἰουδαίος τὴν τοῦ ἀϊδίου Θεοῦ εὐαγγελίζεται βασιλείαν, ἧς ἀπολαύειν λέγει ἐάν τις αὐτῶν προσκατορθώσει τὴν πολιτείαν· τοῦ δὲ πιστεύεσθαι αὐτὸν χάριν, ὅτι θειότητος γέμων ταῦτα πνέει, πολλὰ θαυμάσια σημεῖά τε καὶ τέρατα διαπράττεται κελεύσει μόνη, ὡς παρὰ Θεοῦ εἰληφὼς τὴν ἐξουσίαν· κωφὲς γὰρ ποιεῖ ἀκούειν, τυφλοὺς ἀναβλέπειν, κυλλοὺς ποιεῖ περιπατεῖν, χωλὲς ἀνορθοῖ, πᾶσαν νόσον ἀπελαύνει, πάντα δαίμονα φυγαδεύει ἀλλὰ καὶ λεπροὶ ψωροὶ ἐκ διαστήματος μόνον ἐνορῶντες αὐτῷ ἰώμενοι ἀπαλλάσσονται, νεκροὶ δὲ προσφερόμενοι ἐγείρονται ,καὶ οὐδέν ἐστιν ὅ ἀδυνατεῖ ποιεῖν· καὶ ὅσφ γε μᾶλλον ὁ χρόνος προέκοπτεν, πολὺ μείζων διὰ πλειόνων τῶν ἐπιδημέντων καὶ βεβαιοτέρα ἐγίνετο, ἐκ ἔτι φήμη λέγω, ἀλλὰ τοῦ πράγματος ἡ ἀλήθεια. ἤδη γάρ ποτε καὶ συστήματα κατὰ τόπες ἐγίνετο βουλῆς καὶ σκέψεως, τὸ τίς ἄν εἴη ὁ φανεὶς καὶ τί βούλεται λέγειν.