# Ὁμίλαι 1.8

Clemens Romanus, Ὁμίλαι, Chapter 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-4/1.8

Ταῦτα ἐγὼ λέγων περὶ ἄλλων καὶ ἐμαυτῷ ὡμίλησα λέγων· τί ἄλλους μέμφομαι, ἐν τῷ αὐτῷ τῆς ἀμελείας ὑπάρχων ἐγκλήματι; ἀλλ᾽ εἰς Ἰουδαίαν ὁρμήσω, πρότερον τὸν ἐμὸν διαθεὶς βίον. καὶ δὴ οὕτως βουλευσαμένε μου πολὺς ὁ τῆς παρολκῆς ἐγενήθη χρόνος, τῶν βιωτικῶν πραγμάτων δυσεκλύτων ὄντων. πέρας γοῦν συννοήσας ὧδέ ποτε τὴν τοῦ βίου φύσιν, ὅτι ἐλπίδι ἐκπλέκων τοὺς σπεύδοντας ἐνεδρεύει, οὐ μὴν ἀλλὰ καὶ ὅν ποτε εἰσεκλάπην χρόνον ἐλπίσιν δονούμενος, καὶ ὅτι οὕτως ἀσχολέμενοι οἱ ἄνθρωποι ἀποθνήσκομεν, τὰ πάντα μου ὡς ἔτυχεν ἀφεὶς εἰς πόντον ὥρμησα, καὶ εἰς τὸν λιμένα ἐλθών τε καὶ ἀναχθεὶς ἀνέμων ἔχθραις ἀντὶ τοῦ εἰς Ἰουδαίαν εἰς Ἀλεξάνδρειαν ἠνέχθην· καὶ ἀνέμων ἀπορίᾳ ἐπισχεθεὶς ἐκεῖ συνεφοίτων τοῖς φιλοσόφοις, καὶ τὰ τῆς φήμης καὶ τοῦ ἐν Ῥώμῃ φανέντος ἔλεγον τοὺς λόγες. οἱ δὲ ἀπεκρίναντο, ὅτι μὲν ἐν Ῥώμῃ φανέντα οὐκ ἴσμεν, περὶ δὲ τοῦ ἐν Ἰουδαίᾳ γενομένου καὶ υἱοῦ Θεοῦ ὑπὸ τῆς φήμης λεγομένου, καὶ παρὰ πολλῶν τῶν κᾀκεῖθεν ἐληλυθότων ἠκούσαμεν, καὶ περὶ πάντων ὧν λαλῶν ἐποίει θαυμασίων ἐμάθομεν.

---

Clemens Romanus, Ὁμίλαι, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg006.local001/.
