# Ὁμίλαι 10.13

Clemens Romanus, Ὁμίλαι, Chapter 10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-4/10.13

Εἰ δὲ ἐπὶ παρακοῇ λόγων κρίσις γίνεται, πολλῷ μᾶλλον ὁ Θεὸς ὀλοθρεύσει τοὺς μὴ θελήσαντας τὴν εἰς αὑτὸν θρησκείαν ἀναδέξασθαι. ὁ γὰρ μὴ θέλων μαθεῖν ἵνα μὴ ἔνοχος ᾖ, ἤδη ὡς εἰδὼς κρίνεται. ἔγνω γὰρ ὅ μὴ ἀκοῦσαι θέλει· ὥστε οὐδὲν δύναται πρὸς ἀπολογίαν ἐπίνοια πρὸς καρδιογνώστην Θεόν. διὸ φεύγετε τοῦ ὄφεως τὴν πανοῦργον ὑποβαλλομένην ὑμῶν τῷ νῷ ἐνθύμησιν. ἵνα δὲ καὶ ὄντως ἀγνοήσας τις τὸν παρόντα βίον τελευτήσῃ, ἔγκλημα ἔξει, ὅτι βιώσας χρόνον οὐκ ἔγνω τίς αὑτῷ τε καὶ τῶν αὑτῷ ἐπικουρηθεισῶν τροφῶν ὑπῆρξεν εὐεργέτης, καὶ ὅτι ὡς ἀναίσθητος καὶ ἀχάριστος πολὺ ἀνάξιος δοῦλος τῆς τοῦ θεοῦ ἀποδοκιμάσεται βασιλείας.

---

Clemens Romanus, Ὁμίλαι, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg006.local001/.
