Ancient Greek
Chapter 10
Clemens Romanus, Ὁμίλαι 10.14
Not analysed yet
Πάλιν τε ὑποβάλλει ὑμῖν ὁ δεινὸς ὄφις ὑπόληψιν, τοῦτο νοεῖν καὶ λέγειν, τοῦτο ὃ σχεδὸν οἱ πλεῖστοι ὑμῶν λέγουσιν ἴσμεν καὶ ἡμεῖς ὅτι εἷς ἐστιν ὁ πάντων κύριος, ἀλλὰ καὶ οὗτοι θεοί εἰσιν. ὅνπερ γὰρ τρόπον εἷς ἐστιν ὁ Καῖσαρ, ἔχει δὲ ὑπ᾽ αὐτὸν τοὺς διοικητάς, ὑπατικοὺς, ἐπάρχους, χιλιάρχους, ἑκατοντάρχους, δεκάρχους, τὸν αὐτὸν τρόπον ἑνὸς ὄντος τοῦ μεγάλου Θεοῦ ὥσπερ Καίσαρος καὶ οὗτοι κατὰ τὸν τῶν ὑποκειμένων ἐξουσιῶν λόγον θεοί εἰσιν, ὑποκείμενοι μὲν ἐκείνῳ, διοικοῦντες δὲ ἡμᾶς. ἀκούσατε οὖν οἱ ταύτην τὴν ὑπόνοιαν ὡς δεινῷ ἐπαλειφθέντες ἰῷ ὑπ᾽ αὐτοῦ, λέγω δὲ τοῦ παραδείγματος τὴν κακὴν ὑπόνοιαν ,ὅπως εἰδῆτε τί καλὸν καὶ τί πονηρόν· οὔπω γὰρ ἀνεβλέψατε, ὅτι οὐδὲ τοῖς προβαλλομένοις ὑφ᾽ ὑμῶν ἐνορᾶτε.