# Ὁμίλαι 10.15

Clemens Romanus, Ὁμίλαι, Chapter 10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-4/10.15

Εἰ γάρ φατε, ὡς εἰς τὸν τοῦ Καίσαρος λόγον τὸν Θεὸν ἔχειν τὰς ὑποκειμένας ἐξουσίας, τοὺς λεγομένους θεούς, οὐδ᾽ οὕτως τῷ ὑμῶν στοιχεῖτε παραδείγματι. εἰ γὰρ ἐστοιχεῖτε, ἐχρῆν τοῦτο εἰδέναι, ὅτι, ὡς οὐκ ἔξεστιν τὸ Καίσαρος ὄνομα ἑτέρῳ δοῦναι, λέγω δὴ ἢ ὑπάτῳ ἢ ἐπάρχῳ ἢ χιλιάρχῳ ἢ ἑτέρῳ τινί (ὅτι ὁ διδοὺς οὐ ζήσεται, καὶ ὁ λαμβάνων ἀναιρεθήσεται), οὕτως ἐκ τοῦ ὑμετέρου παραδείγματος τοῦ Θεοῦ ὄνομα ἑτέρῳ δοθῆναι οὐκ ἔξεστιν· ἐπεὶ καὶ ὁ πειραθεὶς ἤτε λαβεῖν ἤτε δοῦναι ἀπόλλυται. εἰ δὲ ἡ ἐπ᾽ ἀνθρώπου ὕβρις δίκην παρέχει, πολλῷ μᾶλλον οἱ ἑτέρους θεοὺς λέγοντες ὡς Θεὸν ὑβρίσαντες αἰωνίῳ ὑποκείσονται κολάσει. καὶ εὐλόγως, ὅτι τὸ εἰς τὴν αὐτοῦ μοναρχίαν παραδοθὲν ὑμῖν τιμᾶν ὅνομα πάσῃ ᾗ ἠδυνήθητε ὑπεβάλετε ὕβρει· οὐ γὰρ τὸ ὄντως ἐστὶν αὐτοῦ ὄνομα Θεός, ἀλλ᾽ ὑμεῖς τοῦτο παρειληφότες ὑβρίσατε ὃ ἐδόθη ὑμῖν, ἵνα ὡς ἂν αὐτῷ χρήσησθε, εἰς τὸ ὄντως αὐτοῦ ὄνομα λογισθῇ· ὑμεῖς δὲ αὐτὸ πάσῃ ὕβρει ὑπεβάλετε.

---

Clemens Romanus, Ὁμίλαι, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg006.local001/.
