# Ὁμίλαι 10.18

Clemens Romanus, Ὁμίλαι, Chapter 10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-4/10.18

Διὸ καὶ ὑμεῖς ἀποκρίνεσθε πρὸς αὐτούς· ψεύδεσθε, οὐ γὰρ τιμῇ τῇ πρὸς τὸν ὄντως Θεὸν αὐτὰ σέβεσθε, πᾶσαν γὰρ ἄν μορφὴν προσεκυνεῖτε οἱ πάντες, οὐχ ὡς ἐποιεῖτε· οἱ μὲν γὰρ ὑμῶν κρόμμυον ὑπονοήσαντες εἶναι τὸ θεῖον καὶ γαστρὸς πνεύματα σέβοντες πολεμοῦσιν· καὶ οὕτως ὁμοίως οἱ πάντες ἕν τι προτιμήσαντες τὰ ἄλλων ψέγετε. διαφόρῳ δὲ γνώμῃ τοῦ αὐτοῦ ζώου μελῶν ὅς μὲν ἄλλο σέβει, ἕτερος δὲ ἕτερον. πλὴν αὐτῶν ἔτι τὰ τοῦ ὀρθοῦ λογισμοῦ πνέοντες, αἰδούμενοι ἐπὶ τῷ προδήλῳ αἰσχρῷ, εἰς ἀλληγορίας αὐτὰ ἄγειν πειρῶνται, δι᾽ ἑτέρας ἀπονοίας τὰ τῆς ἀπάτης αὐτῶν θανάσιμα κρατύνειν βουλομένοι. ὅμως καὶ τὰς ἀλληγορίας διελέγξαιμεν ἄν, εἴπερ ἐκεῖ ἦμεν, ὧν τὸ τοσοῦτον μωρὸν ἐπεκράτησεν πάθος, ὡς μεγίστην τῇ ἐπινοίᾳ ἐμποιῆσαι νόσον. οὐ γὰρ χρὴ τὴν ἔμπλαστρον προσφέρειν ἐπὶ τὸ ὑγιεινὸν μέρος τοῦ σώματος, ἀλλ᾽ ἐπὶ τὸ πάσχον. ἐπεὶ οὖν ὑμεῖς διὰ τοῦ γελάσαι τὰ Αἰγυπτίων ἐφάνητε μὴ πείθοντες τὰ ἐκείνων, περὶ οὗ ὑμεῖς πεπόνθατε, εὔλογον ἦν παρόντα με ὑμῖν τὴν ἴασιν τοῦ ἐν ὑμῖν πάθους παρέχειν.

---

Clemens Romanus, Ὁμίλαι, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg006.local001/.
